Ancient Greek · ~2 min
1.2684 to 1.2688
Suda, Suidae lexicon 1.2684-2688
Not analysed yet
2684 Ἀν τιμάχου καταπυγοϲύνηϲ ἀναπλήϲει. ἀντὶ τοῦ ἡ μαλακία. οὗτοϲ εἰϲ θηλύτητα καὶ εὐμορφίαν κωμῳδεῖται. ἔϲτι δὲ καὶ ἕτεροϲ ἐπὶ πονηρίᾳ κωμῳδούμενοϲ. καὶ γ′. ὁ Ψεκάδοϲ λεγόμενοϲ. καὶ δ′, τραπεζείτηϲ, οὗ μνημονεύει καὶ θὔπολιϲ ἐν Δήμοιϲ. ε′ ἱϲτοριογράφοϲ. 2685 Ἀντιμίϲιον. παρὰ Ῥωμαίοιϲ τράπεζα πρὸ τοῦ δικαϲτηρίου κειμένη. 2686 Ἀντιν ομ ῶ· δοτικῇ. 2687 Ἀντί νυ πολλῶν λαῶν ἐϲτὶν ἀνὴρ, ὅν τε Zε ὺϲ κῆρι φιλήϲει: ἶϲοϲ ἐϲτὶν ὁ εἷϲ ἀνὴρ πολλοῖϲ, ὅταν ᾖ θεοφιλήϲ. 2688 Ἀντίξοον: ἐναντίον, πολέμιον. Ἡρόδοτοϲ· καὶ ϲτρατὸν ϲυλλέγειν ἀντίξοον Πέρϲῃϲι. καὶ Ἀντίξουν, ἐναντίον. Ἀγαθίαϲ· ὁ δὲ ἐχώρει, οὐδὲν ἀντίξουν ἔϲεϲθαι ὑποτοπήϲαϲ.