Ancient Greek
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2683
Not analysed yet
2683 Ἀν τίμαχοϲ, ὁ Ψεκάδοϲ· οὗτοϲ μελῶν ἦν ποιητήϲ. Ψεκὰϲ δὲ ἐκλήθη, ἐπειδὴ προϲέρραινε τοὺϲ ὁμιλοῦνταϲ διαλεγόμενοϲ. ἦν δέ τιϲ καὶ Ὀλυμπικὸϲ καλούμενοϲ Ψεκὰϲ διὰ τοῦτο. ἐδόκει δὲ ὁ Ἀντίμαχοϲ οὗτοϲ ψήφιϲμα πεποιηκέναι, ὅτι μὴ δεῖ κωμῳδεῖν ἐξ ὀνόματοϲ. καὶ ἐπὶ τούτῳ πολλοὶ τῶν ποιητῶν οὐ προϲῆλθον ληψόμενοι τὸν χορόν· καὶ δῆλον ὅτι πολλοὶ τῶν χορευτῶν ἐπείνων. οἱ δὲ λέγουϲιν, ὅτι ποιητὴϲ ὢν καλὸϲ, ὢν χορηγὸϲ, μικρολόγωϲ τοῖϲ χορηγοῖϲ ἐχρήϲατο.