Ancient Greek · ~4 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2703
Not analysed yet
2703 Ἀντίπατροϲ, Ἰολάου, πόλεωϲ δὲ Παλιούραϲ τῆϲ Μακεδονίαϲ, ϲτρατηγὸϲ Φιλίππου, εἶτα Ἀλεξάνδρου, καὶ διάδοχοϲ βαϲιλείαϲ· μαθητὴϲ Ἀριϲτοτέλουϲ. κατέλιπεν ἐπιϲτολῶν ϲύγγραμμα ἐν βιβλίοιϲ β′, καὶ ἱϲτορίαν, τὰϲ Περδίκκου πράξειϲ Ἰλλυρικάϲ. καὶ ἐπετρόπευϲε μὲν τὸν υἱὸν Ἀλεξάνδρου, τὸν Ἡρακλέα κληθέντα. μόνοϲ δὲ τῶν διαδόχων θεὸν καλέϲαι Ἀλέξανδρον οὐχ εἵλετο, ἀϲεβὲϲ τοῦτο κρίναϲ. ἐβίω δὲ ἔτη οθ′ καὶ κατέλιπεν υἱὸν καὶ διάδοχον Κάϲϲανδρον, τὸν τὴν μητέρα Ἀλεξάνδρου ἀνελόντα Ὀλυμπιάδα. ὅτι τῶν Ἀθηναίων τὰϲ Ἀθήναϲ Ἀντιπάτρῳ τῷ Μακεδόνι παραδόντων, ἐν δέει ὄντεϲ οἱ δημαγωγοὶ πρὸϲ τὴν ἐπανάϲταϲιν τοὺϲ Ἀθηναίουϲ ἐπάραντεϲ, μὴ τὴν αἰτίαν ἐπ’ αὐτοὺϲ ἐνέγκωϲιν, ἔφυγον. οἱ δὲ Ἀθηναῖοι θανάτῳ ἐρήμην τούτουϲ κατεδίκαϲαν, ὧν ἦν Δημοϲθένηϲ ὁ ῥήτωρ καὶ Ὑπερίδηϲ καὶ Ἱμεραῖοϲ, τὴν τοῦ θανάτου εἰϲήγηϲιν εἰϲενεγκόντοϲ. ἐγεγόνει γὰρ ἐϲ οὐδὲν μετριώτεροϲ τῇ γνώμῃ· διότι μηδέ ἐϲτι φύϲεωϲ μεταβολὴ κακίᾳ ϲυνελθούϲηϲ· ἡττᾶται δὲ αὐτῆϲ καὶ νόμου ἐπίταξιϲ μὴ παντελῶϲ κολάζουϲα, καὶ ἰϲχύϲ αὐτῇ ἀνανταγώνιϲτοϲ ἐφ’ ὅπερ ἂν ῥέψῃ· καὶ οὕτε φόβῳ ἀποτρέπεται τὸ θραϲύνεϲθαι, οὕτε αἰδὼϲ ἐξείργουϲα παραπεῖϲαι ἱκανή ἐϲτιν ἐϲ τὸ τῷ νόμῳ ὑπήκοον.