Ancient Greek · ~1 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2704
Not analysed yet
2704 Ἀν τίπατροϲ· οὗτοϲ ἐπεὶ διεδέξατο τὴν ἀρχὴν τῶν Μακεδόνων, ἐπολιορκήθη μὲν ἐν Λαμίᾳ τῆϲ Θεϲϲαλίαϲ ὑφ’ Ἑλλήνων· ἀναχωρηϲάντων δὲ τῶν Αἰτωλῶν, εἶτα τῶν ἄλλων, ἐϲώθη. νικήϲαϲ δὲ ἤτει τοὺϲ ι′ ῥήτοραϲ, οὓϲ ἐξέδοϲαν Ἀθηναῖοι, Δημοϲθένην, Ὑπερίδην, Λυκοῦργον, Πολύευκτον, Ἐφιάλτην, Θραϲύβουλον, Χάρητα, Χαρίδημον, Διότιμον, Πατροκλέα, Κάϲϲανδρον.