Ancient Greek · ~4 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2705
Not analysed yet
2705 Ἀντίπ α τροϲ, Nικολάου τοῦ Δαμαϲκηνοῦ πατὴρ τοῦ ἱϲτορικοῦ, ὃϲ ἔϲχε Στρατονίκην γυναῖκα, τὴν μητέρα Nικολάου, οἳ διαφανεῖϲ ἦϲαν ἐν Δαμαϲκῷ κατά τε ϲωφροϲύνην καὶ ἄλλην λαμπρότητα. πλούτῳ τε τὰρ πολλῷ διαφέροντεϲ ἥκιϲτα ἐπ’ αὐτῷ ἐμεγαλύνοντο, εὐδοξίαϲ τε οὐ τὰ δεύτερα φερόμενοι βραχὺ τοῦτο ἐλογίζοντο. ὁ δὲ δὴ Ἀντίατροϲ καὶ λόγου δεινότητι προὔχων ἔβλαψε μὲν οὐδ’ ὁντινοῦν, ὤνηϲε δὲ μυρία τούτῳ οὐ τῶν κοινῶν μόνων, ἀλλὰ καὶ τῶν ἀϲτῶν ϲυχνούϲ. δικαιοϲύνην γὰρ ἀϲκῶν, εἴπερ τιϲ ἕτεροϲ, πλεῖϲτα μὲν διῄτηϲε νείκη τοῖϲ πολίταιϲ πρὸϲ ἀλλήλουϲ, πλεῖϲτα δὲ τῇ πατρίδι πρὸϲ τοὺϲ ἐν κύκλῳ δυνάϲταϲ· καὶ ἐτιμᾶτο ὑπὸ πάντων διὰ τοῦτο. πλείϲταϲ δὲ ἐπιϲτεύθη πρεϲβείαϲ καὶ ἐπιτροπὰϲ ἀρχάϲ τε πάϲαϲ διεξῆλθε τὰϲ ἐγχωρίουϲ· τελευτῶν τε τὸν βίον οὐκ ἔϲτιν ὅ τι οὐκ ἐπέϲκηψε Νικολάῳ τῷ υἱεῖ καὶ Πτολεμαίῳ τῷ τούτου ἀδελφῷ, ἢ τῷ Διῒ θυμιατήριον. ὅπερ ἔφθη αὐτὸϲ προϋπεϲχημένοϲ τῷ θεῷ, καταϲκευάϲαι, ἐπειδὰν τελευτήϲῃ· δηλῶν οἶμαι ὅτι τὸ πρὸϲ θεοὺϲ ὅϲιον δεῖ καὶ τελευτῶνταϲ φυ- λάττειν καὶ μηδὲν ἔτι ἀπολαύϲεϲθαι τοῦ βίου μέλλονταϲ.