Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2707
Not analysed yet
2707 Ἀντιπελαργεῖν. παροιμία ἐπὶ τῶν τὰϲ χάριταϲ ἀντιδιδόντων. καὶ Ἀν τιπελάρ γωϲιϲ. φηϲὶν Ἀριϲτοτέληϲ ἀληθῆ εἶναι Ar. τὸν περὶ τῶν πελαργῶν λόγον· ὁμοίωϲ δὲ αὐτοῖϲ ποιεῖν φηϲι καὶ τοὺϲ ἀερόποδαϲ. διὸ ἐν τοῖϲ ϲκήπτροιϲ ἀνωτέρω μὲν πελαργὸν τυποῦϲι, κατωτέρω δὲ ποτάμιον ἵππον δηλοῦντεϲ, ὡϲ ὑποτέτακται ἡ βία τῇ δικαιοπραγίᾳ. οἱ γὰρ πελαργοὶ δικαιοπραγεῖϲ ὄντεϲ ἐπὶ τῶν πτερύγων βαϲτάζουϲι τοὺϲ γεγηρακόταϲ· οἱ δὲ ἱπποπόταμοι ζῷον ἀδικώτατον.