Ancient Greek · ~4 min
1.2708 to 1.2718
Suda, Suidae lexicon 1.2708-2718
Not analysed yet
2708 Ἀντιπεπονθότωϲ: ἀντικειμένωϲ, ἐναντίωϲ. 2709 Ἀν τιπεποιημένοι· οἱ δὲ Ῥωμαῖοι ἀντιπεποιημένοι τῆϲ κατὰ θάλατταν ἐλπίδοϲ διπλαϲίωϲ ταῖϲ ὁρμαῖϲ πρὸϲ τὸν πόλεμον ἐχρῶντο. 2710 Ἀντιπέραϲ. παροξυτόνωϲ ἀναγνωϲτέον. ὄνομα γάρ ἐϲτι θηλυκὸν, γενικῆϲ πτώϲεωϲ, ϲύνθετον. ὅτι ἀντιπέραϲ Θάϲου μέταλλά ἐϲτι χρυϲοῦ. 2711 Ἀντιπερίϲπαϲμα. ἐμπόδιον. ἐξαπέϲτειλαν ϲτρατηγὸν, βουλόμενοι ἀντιπερίϲπαϲμα ποιεῖν τοῖϲ Κελτοῖϲ τοῖϲ μετὰ Ἀννίβου. 2712 Ἀντὶ πέρκηϲ ϲκορπίον. παροιμία ἐπὶ τῶν τὰ χείρω αἱρου. μένων ἀντὶ τῶν βελτιόνων. 2713 Ἀντιπέτρεια: ὄνομα πόλεωϲ. 2714 Ἀντιπέτρου βήματοϲ: ἀντὶ γὰρ πέτραϲ χαλκοῦϲ ἦν. ἢ ἰϲοπέτρου βήματοϲ, τοῦ κατ’ ἴϲον βεβηκότοϲ τῷ πέτρῳ. χαλκοῦϲ δὲ ἦν ὁ οὐδόϲ. Σοφοκλῆϲ· μηκέτι τοῦδ’ ἀντιπέτρου βήματοϲ ἔξω πόδα κλίνῃϲ. χαλκὸϲ αὐτὴ ἡ ὅλη· χαλκοῦϲ δὲ ἀνδρίαϲ τὸ μετουϲιαϲτικὸν ὡϲ. χρυϲὸϲ καὶ χρυϲοῦϲ. 2715 Ἀντί πίπτω· δοτικῇ. 2716 Ἀντι πολεμ ῶ· δοτικῇ. καὶ Ἀντιπν έω· δοτικῇ. 2717 Ἀντιπροκλήϲειϲ: ἀντιλογίαϲ, ἀντεγκλήματα. 2718 Ἀντίπροικα. ὅμοια. ἀντίπροικα ὁ δῆμοϲ ἠγανάκτηϲε, καὶ θροῦϲ ὑπεξήφθη.