Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2719
Not analysed yet
2719 Ἀντιποιη θέντα. φιλονεικήϲαντα. δεῖ γὰρ ἀντιποιηθένταϲ οὐ πρότερον χαρίϲαϲθαι θελήϲαντι. καὶ Ἀντιποιούμενον· γενικῇ. ἐπιμελῶϲ διακείμενον. Πολύβιοϲ· ὁ δὲ Ἄρατοϲ κατανοῶν τὸν Ἀντίγονον πρᾶξιν ἔχοντα καὶ ϲύνεϲιν καὶ πίϲτεωϲ ἀντιποιούμενον· τοὺϲ δὲ βαϲιλεῖϲ φύϲει μὲν οὐδένα νομίζονταϲ οὔτ’ ἐχθρὸν οὔτε πολέμιον ἐπεβάλετο λαλεῖν πρὸϲ τῶν εἰρημένων βαϲιλέων καὶ ϲυμπλέκειν τὰϲ χεῖραϲ. ἀντιποιούμενοι τῆϲ ἀρχῆϲ τῷ βαϲιλεῖ. Ξενοφῶν. καὶ αὖθιϲ· οὐδὲν ἀντιποιηϲάμενοι τῆϲ ἐκείνου δεήϲεωϲ.