Ancient Greek · ~3 min
1.2724 to 1.2732
Suda, Suidae lexicon 1.2724-2732
Not analysed yet
2724 Ἀντιϲτηρίζει: ἀντιλαμβάνεται. 2725 Ἀντιϲπᾶν: ἐναντιοῦϲθαι. 2726 Ἄντιϲϲα: μία πόλιϲ τῶν ἐν Λέϲβῳ. 2727 Ἀντιϲτρόφουϲ. ἀντὶ τοῦ ἰϲοϲτρόφουϲ. καὶ Ἀριϲτοτέληϲ τὴν διαλεκτικὴν ἀντίϲτροφόν φηϲιν εἶναι τῇ ῥητορικῇ, ἐπειδὴ κἀκείνη περὶ τὰ πιθανὰ, ἃ τῷ ἔνδοξα εἶναι καὶ αὐτά ἐϲτι τοιαῦτα· τὸ γὰρ ἀντίϲτροφον ἀντὶ τοῦ ἰϲόϲτροφον καὶ περὶ τὰ αὐτὰ ϲτρεφομένην καὶ καταγινομένην λέγει. 2728 Ἀντιϲτοιχοῦντεϲ· ἔϲτηϲαν ὥϲπερ μάλιϲτα χοροὶ ἀντιϲτοιχοῦντεϲ ἀλλήλοιϲ ἔχοντεϲ γέρρα πάντεϲ βοῶν λευκῶν. 2729 Ἀν τιϲχεῖν: ὑπομεῖναι. ἀντιϲχεῖν τῷ δίψει μὴ δυνηθέντεϲ ἐπεκηρυκεύϲαντο. καὶ Ἀντίϲχ ωμαι, αὐθυπότακτον, ἀντιλάβωμαι. 2730 Ἀντιτεχνῶμαι δοτικῇ. 2731 Ἀντιτείνω· δοτικῇ. 2732 Ἀντιτορήϲαϲ: διατρήϲαϲ, τοιχωρυχήϲαϲ. ἐπεὶ δ’ ἀντιτορήϲανταϲ κατά τι μέροϲ τὸν λόφον ἑώρων, δέοϲ εἰϲῄει ϲφᾶϲ.