Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2735
Not analysed yet
2735 Ἀντιφάνηϲ, Δημοφάνουϲ, οἱ δὲ Στεφάνου καὶ μητρὸϲ Οἰνόηϲ, Κιανόϲ, ὡϲ δέ τινεϲ Σμυρναῖοϲ, κατὰ δὲ Διονύϲιον Ῥόδιοϲ· κωμικὸϲ τῆϲ μέϲηϲ κωμῳδίαϲ, ἀπὸ δούλων ὥϲ τινεϲ. γέγονε δὲ κατὰ τὴν ϥΓ′ Ὀλυμπιάδα καὶ ἔγραψε κωμῳδίαϲ τξε′, οἱ δὲ ϲπ΄· νίκαϲ δὲ εἷλε ιγ′. παῖδό τε ἔϲχε Στέφανον καὶ αὐτὸν κωμικόν. τελευτᾷ δὲ ἐν Κίῳ οδ΄ ἐτῶν ὑπάρχων κατά τινα τύχην ἀπίῳ βληθείϲ.