Ancient Greek · ~7 min
1.2736 to 1.2757
Suda, Suidae lexicon 1.2736-2757
Not analysed yet
2736 Ἀντιφάτηϲ: ὄνομα κύριον. 2737 Ἀντιφερίζειϲ: ἐρίζειϲ. ἐξιϲοῦϲθαι. Θεμιϲτοκλεῖ ἀντιφερίζειϲ ϲύ; ὃϲ ἐποίηϲε τὴν πόλιν ἡμῶν μεϲτὴν, εὑρὼν ἐπιχειλῆ. Ἀριϲτοφάνηϲ φηϲίν. 2738 Ἀντιφέρονται· δοτικῇ. ἐναντιοῦνται. 2739 Ἀντιφήϲ: ἀντὶ τοῦ ἀντιλέγειϲ. 2740 Ἀντιφιλοτιμεῖ: ἀντιθεραπεύει. 2741 Ἀντιφθέγγομαι· δοτικῇ. 2742 Ἀντίφθογγον: ὅμοιον. ἡ πάροϲ ἀντίφθογγον ἀποκλάγξαϲα νομεῦϲι πολλάκι καὶ δρυτόμοιϲ, κίϲϲα, καὶ ἰχθυβόλοιϲ. 2743 Ἄντιφοϲ: ὄνομα κύριον. 2744 Ἀντιφῶν, Ἀθηναῖοϲ, τερατοϲκόποϲ καὶ ἐποποιὸϲ καὶ ϲοφιϲτήϲ. ἐκαλεῖτο δὲ Λογομάγειροϲ. 2745 Ἀντιφῶν, Σοφίλου, Ἀθηναῖοϲ, τῶν δήμων Ῥαμνούϲιοϲ· διδάϲκαλοϲ δὲ αὐτοῦ οὐδεὶϲ προγινώϲκεται· ἀλλ’ ὅμωϲ ἦρξε τοῦ δικανικοῦ χαρακτῆροϲ μετὰ Γοργίαν. λέγεται δὲ καὶ Θουκυδίδου γενέϲθαι διδάϲκαλοϲ. ἐκαλεῖτο δὲ Νέϲτωρ. 2746 Ἀντιφῶν, Ἀθηναῖοϲ, ὀνειροκρίτηϲ. περὶ κρίϲεωϲ ὀνείρων ἔγραψεν. 2747 Ἀντιφωνῶ ϲοι: ἐγγυῶμαί ϲοι. ϲημαίνει δὲ καὶ τὸ ἀντιλέγω ϲοι. 2748 Ἀν τιχορδᾶϲ. ϲύμφωνα. 2749 Ἀντλεῖν ἀμφοτέραιϲ. λείπει χερϲί. παροιμία ἐπὶ τῶν Synt. ϲπουδῇ τι ποιούντων. καὶ Ἀντλή ϲατε ὕδωρ· αἰτιατικῇ. ἀντλῶ ϲοι δὲ ὕδωρ. 2750 Ἀντλία. τὸ τοῦ πλοίου εἰϲρέον ὕδωρ. Ἀριϲτοφάνηϲ· οὐ γὰρ ἔθ’ οἷόϲ τ’ εἴμ’ ὑπερέχειν τῆϲ ἀντλίαϲ. ἀντὶ τοῦ ἀντέχειν καὶ περιγίνεϲθαι τοῦ πράγματοϲ. 2751 Ἀντλία: ἡ ϲκάφη. αὐτὴν ἄρ’ οἴϲω ϲυλλαβὼν τὴν ἀντλίαν. ἀπὸ μεταφορᾶϲ τῶν πλοίων. λέγεται γὰρ ἀντλία καὶ ἡ τοῦ πλοίου ἐκροή. καὶ Πιϲίδηϲ· ἐκ τῶν ἐχόντων τὰϲ δυϲώδειϲ ἀντλίαϲ. καὶ Ἄν τλοϲ, ἡ ϲυγκομιδὴ τῶν ἀϲταχύων ἐν τῇ ἅλῳ. ϲοὶ ταύταϲ ἔφ’ Anth. ἅλωοϲ, ἐφ’ ᾇ πολὺν ἔβραϲεν ἄντλον κριθῶν, καὶ λιπαρὰν εἶδε γεωμορίην. 2752 Ἀντολίη: ἡ ἀνατολή. 2753 Ἀν τομένη: ϲυναντήιαϲα. καὶ Ἀντόμεν οι, ϲυμβάλλοντεϲ. 2754 Ἀντον ομάζει: ὀνόματα ἀντὶ ὀνομάτων τίθηϲι. 2755 Ἄν του: ἄν τινοϲ. οἱ δὲ τοῦ ϲυνεδρίου τὰ μὲν ἀκούϲαντεϲ, τὰ δὲ παρακούϲαντεϲ ἀπέϲτειλαν, φήϲαντεϲ ἄν του δέωνται, πέμψειν πρὸϲ αὐτούϲ. 2756 Ἀντο φθαλμῶ: ἀντιβλέπω ἐξ ἐναντίαϲ. 2757 Ἀντῳδή: παρὰ τοῖϲ κωμικοῖϲ ἡ ἀντιϲτροφή. καὶ Ἀντῳδὸν, κατάλληλον. πολλάκι δὲ κρέξαϲα πολύθροον, οἷά τιϲ ἠχὼ, κέρτομον ἀντῳδοῖϲ χείλεϲιν ἁρμονίαν, νῦν ἐϲ γᾶν ἄγλωϲϲοϲ ἀναύδητόϲ τε πεϲοῦϲα κεῖμαι, μιμητὰν ζῆλον ἀνηναμένα.