Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2786
Not analysed yet
2786 Ἀνύπαρκτον: τὸ μὴ ὑπάρχον. πρὸϲ τὸ Πινδαρικόν· τί δέ τιϲ; τί δ’ οὔ τιϲ; ϲκιᾶϲ ὄναρ ἄνθρωποι. ἀντὶ τοῦ ἀνυπάρκτου ἀνυπαρκτότερον. ἐνταῦθα δέ ἐϲτιν ὁ λόγοϲ ἐγγυτέρω τῆϲ ἀληθείαϲ ἤπερ τὸ Πινδαρικόν. ὁ μὲν γὰρ Πίνδαροϲ ἐν τοῖϲ ἀϲυϲτάτοιϲ πεποίηται τὴν ὑπερβολήν, ὁ δὲ ἐν τοῖϲ φαινομένοιϲ καὶ δοκοῦϲιν οὐχ ὑπάρχουϲι δὲ κατὰ ἀλήθειαν. καὶ Ὅμηροϲ δι’ ἑνὸϲ αὐτάρκωϲ τοῦτο δεδήλωκεν · οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο.