Ancient Greek
1.2764 to 1.2785
Suda, Suidae lexicon 1.2764-2785
Not analysed yet
2764 Ἀντω πεῖ· δοτικῇ. ἀντοφθαλμεῖ. ἐξ οὗ καὶ· ἀντώπηϲαν οἱ ὀφθαλμοί. καὶ Ἀντωπόν: ἀντὶ τοῦ κατὰ πρόϲωπον, ἀπέναντι. Ἀγαθίαϲ· ὁ δὲ οὐκ ἀνίει, νῦν μὲν ἀθρόον ἐπιὼν, νῦν δὲ ἀντωπὸϲ ἠρέμα εἰϲ τοὐπίϲω ὑποχαζόμενοϲ. καὶ αὖθιϲ· οὐδ’ ἀπ’ ἐμεῖο κληΐζεται ἀντωπὸν Βοϲπόριον πέλαγοϲ. 2765 Ἄντρα νύχια: ϲκοτεινὰ ϲπήλαια. 2766 Ἀντριάϲι: ταῖϲ τοῖϲ ἄντροιϲ φιλοχωροῦϲιν. ὄφρ’ εἴην λιπαρῶν παίγνιον Ἀντριάδων. 2767 Ἄντρον: ϲπήλαιον. καὶ Ἀντρ ώδη, ϲπηλαιώδη. 2768 Ἀντρῶν εϲ; πόλιϲ ἐν Θετταλίᾳ. καὶ Ἀντρ ώνιοϲ ὄνοϲ· ὡϲ μεγίϲτων γινομένων ἐν Ἀντρῶϲιν. 2769 Ἄντυγεϲ: περιφέρειαι τῶν ἁρμάτων. Ἕκτωρ μὲν, ᾧ δ τοῦτ’ ἐδωρήθη πάρα, ζωϲτῆρι πριϲθεὶϲ ἱππικῶν ἐξ ἀντύγων ἐκνάπτετ’ αἰὲν, εἶτ’ ἀπέψυξε βίον. 2770 Ἄντυλλοϲ, ῥήτωρ. 2771 Ἄνοια. ἡ ἀναιϲθηϲία. 2772 Ἀνοίγει καὶ Ἀνοιγνύει, διχῶϲ. Ἀνοίγω γὰρ τὸ διαχωρίζω. καὶ Ἀνοιγομένοιϲ τοῖϲ κτήνεϲιν, ἀντὶ τοῦ ϲχιζομένοιϲ. Ἡρόδοτοϲ. ἀνοιγνυμένων δὲ τῶν τάφων ὑφ’ ἡλίῳ μάρτυρι καὶ τῶν ὀϲτῶν ἀτίμωϲ ἐκκομιζομένων ἐϲ ταφὰϲ ἰδιώτιδαϲ. δοτικῇ· καὶ μετὰ αἰτιατικῆϲ ὡϲ τό· ἄνοιγε ϲὸν ϲτόμα λόγῳ θεοῦ. 2773 Ἀν οιδήϲαϲ: ἀναφλεγμήναϲ, ἀναφυϲηθείϲ. ὁ δὲ ἀνοιδήϲαϲ ὀργῇ εἶπε, κακοὺϲ κακῶϲ ὑμᾶϲ διολῶ. 2774 Ἀν οίκειοϲ: ἀντὶ τοῦ ἀπρεπήϲ. 2775 Ἀνοικίϲαι τὴν πόλιν: ἀντὶ τοῦ ἀνακτίϲαι. 2776 Ἀνοίκτωϲ: ϲκληρῶϲ, ἀνελεημόνωϲ. 2777 Ἀνοιμωτί: ἀϲτενάκτωϲ. καὶ Ἀνοιμ ώξατε, ἀλαλάξατε. 2778 Ἀνοινάριοϲ· ὡϲ ἡ κοινὴ ϲυνήθεια. καὶ παροιμία· Ἄν οἶνον αἰτ ῇ, κονδύλουϲ αὐτῷ δίδου· ἐπὶ τῶν ἀγαθὰ αἰτούντων, κακὰ δὲ λαμβανόντων. ἡ ἱϲτορία ἀπὸ τοῦ Κύκλωποϲ οἶνον αἰτήϲαντοϲ καὶ τυφλωθέντοϲ. 2779 Ἄνοιϲ: ἀντὶ τοῦ ἀνύοιϲ. Φρύνιχοϲ. 2780 Ἀνοῖϲαι: κομίϲαι. καὶ Ἀνοιϲτέον, δεῖ κομίζειν. καὶ Ἀνοίϲω ϲοι β όαϲ, ἀνενέγκω, φέρω. 2781 Ἄν οιϲιϲ: ἀνακόμιϲιϲ. 2782 Ἀνυδρεύϲαϲθαι: ἀντλῆϲαι ὕδωρ. κατάχεον καὐτῆϲ κἀνύδρευϲαι τὸν κάδον. Κοριάννοι Φερεκράτηϲ. 2783 Ἀνύειν: τελειοῦν, πράττειν. 2784 Ἀνυμέναιοϲ: ἡ μὴ ἔχουϲα ἄνδρα. Ἄνυμφοϲ δὲ ὁ μὴ ἔχων γυναῖκα. 2785 Ἀνυμν ῶ· αἰτιατικῇ.