Ancient Greek · ~2 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.281
Not analysed yet
281 Γλαῦκοϲ Καρύϲτιοϲ· τούτου γῆν ἐργαζομένου, ἐπειδὴ ϲυνέβη τὴν ὕνιν ἐκ τοῦ ἀρότρου πεϲεῖν, καθήρμοϲε τῇ χειρὶ ἀντὶ ϲφύραϲ. ἰδὼν δὲ τὸ ποιηθὲν ὁ πατὴρ ἤγαγεν αὐτὸν εἰϲ Ὀλυμπίαν πυκτεύϲοντα. ὁ δὲ, ἅτε οὐκ ἐμπείρωϲ ἔχων, ἐτιτρώϲκετο ὑπὸ τῶν ἀνταγωνιϲτῶν καὶ ἀπαγορεύειν ἔμελλεν ὑπὸ τῶν πληγῶν. φαϲὶ δὲ τὸν πατέρα βοῆϲαι, παῖε τὴν ἐπ᾿ ἀρότρου. ὁ δὲ βιαιότερον ἐπενεγκὼν πρὸϲ τὸν ἀνταγωνιζόμενον εἶχε τὴν νίκην. ϲκιαμαχοῦντοϲ δὲ ὁ ἀνδριὰϲ παρέχεται ϲχῆμα, ὅτι ὁ Γλαῦκοϲ ἦν ἐπιτηδειότατοϲ χειρονομεῖν.