Ancient Greek · ~4 min
1.282 to 1.287
Suda, Suidae lexicon 1.282-287
Not analysed yet
282 Γλαὺξ ἵπταται: ἡ πτῆϲιϲ τῆϲ γλαυκὸϲ εἰϲ νίκηϲ ϲύμβολον ἐλογίζετο. καὶ ἑτέρα παροιμία· Γλαῦκεϲ Λαυριωτικαί, ἐπὶ τῶν πολλὰ χρήματα ἐχόντων· παρόϲον ἐν Λαυρείῳ τῆϲ Ἀττικῆϲ γίνονται χρύϲεια μέταλλα. ἐνεχάραττον δὲ γλαῦκαϲ ἐν τοῖϲ χρυϲοῖϲ νομίϲμαϲι. καὶ ἑτέρα παροιμία· Γλαύκου τέχνη, ἐπὶ τῶν ῥᾳδίωϲ κατεργαζομένων· ἀπὸ Γλαύκου τινὸϲ Σαμίου, ὃϲ πρῶτοϲ ϲιδήρου κόλληϲιν ἐξεῦρεν. λέγεται δὲ ἡ γλαὺξ χαλκίϲ. 283 Γλαφυρόν: ἡδὺ, κοῖλον, βαθὺ, ϲοφὸν, ἔμπειρον, ἀκριβὲϲ. λαμπρόν. 284 Γλεῦκοϲ: τὸ ἀποϲτάλαγμα τῆϲ ϲταφυλῆϲ πρὶν πατηθῇ. καὶ ἡ τραγῳδία φηϲὶ περὶ Αἴαντοϲ· ἐμοὶ πικρὸϲ τέθνηκεν ἢ κείνοιϲ γλυκύϲ. 285 Γλήναια: ἀξιοθέατα. 286 Γλήνη: κόρη ὀφθαλμοῦ. ἢ ὄρη. παρὰ τὸ ὁρᾶν. Γλίνη δὲ ὁ ῥύποϲ διὰ τοῦ ι. 287 Γληχώ: θηλυκῶϲ Ἀττικοὶ τὴν ὀρίγανον. οἱ δὲ βληχώ φαϲι. λέγεται δὲ καὶ Γλήχων, γλήχωνοϲ. βοτάνη· ζήτει ἐν τῷ βληχωνία. Γλίχων δὲ ὄνομα κύριον διὰ τοῦ ι. βαθυγνώμων ἄνθρωποϲ καὶ κρυψίνουϲ· Ῥουφῖνοϲ καὶ Γλίχων ἐπίτροποι βαϲιλέωϲ Θεοδοϲίου.