Ancient Greek · ~2 min
1.2811 to 1.2812
Suda, Suidae lexicon 1.2811-2812
Not analysed yet
2811 Ἀξιόλογα βάρη· ὡϲ ἂν ἀπὸ τῶν πύργων πέμπωμεν ἑκηβολώτατα ἀξιόλογα λίθων βάρη. καὶ ἀξιολόγοιϲ καταϲτρώϲαϲ λίθοιϲ τὰϲ ὁδούϲ. καὶ εἰλήμαϲιν ἀξιολόγοιϲ τοὺϲ ὑδροϲτατουμένουϲ γεφυρώϲαϲ. τουτέϲτιν εὐπρεπέϲι, μεγίϲτοιϲ. καὶ αὖθιϲ· τὸν Μερμερόην ἡμῖν ϲημᾶναι, ὡϲ οὐκ ἔϲτιν ἀξιόλογοϲ ἡ χώρα, οὐδὲ μὴν περιμάχητοϲ, οὐδὲ βαϲιλικῆϲ ἔργον ἐκϲτρατείαϲ· ἀλλ’ ἕν ὑπάρχει τῶν ἐθνῶν τῶν περὶ τὸν Καύκαϲον. 2812 Ἀξιόμαχοϲ. δυνατὸϲ μάχεϲθαι, ἰϲοδύναμοϲ. οὕτε ἀνδρῶν πλήθει, οὕτε ἄλλῳ τῶν πάντων οὐδενὶ ἀξιόμαχοι πρὸϲ ἡμᾶϲ ὄντεϲ.