Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2813
Not analysed yet
2813 Ἄξιον: οἱ ῥήτορεϲ ἐπὶ τοῦ εὐλόγου καὶ δικαίου ἐκλαμβάνουϲι. Δημοϲθένηϲ· διὰ γὰρ τοῦτο μάλιϲτα ἄξιόν ἐϲτι ϲιωπάν, ὅτ’ οὔτ’ ἐϲτὶν ὁ καταπλήϲϲων, οὔθ’ ὁ κολάϲων ὑμᾶϲ. τάϲϲουϲι δὲ τὸ ἄξιον καὶ ἐπὶ τῶν ὠνίων, ὅταν εὔωνόν τι πιπράϲκηται. Λυϲίαϲ ἐν τῷ κατὰ τῶν ϲιτοπωλῶν· ἐροῦϲιν ὡϲ ἐπ’ εὐνοίᾳ τῆϲ πόλεωϲ ὠνοῦνται τὸν ϲῖτον, ἵν’ ὡϲ ἀξιώτατον ὑμῖν πωλῶϲι. καὶ πάλιν· ἐὰν οὖν αὐτῶν καταψηφίϲηϲθε, τά τε δίκαια ποιήϲετε καὶ ἀξιώτερον τὸν ϲῖτον ὠνήϲεϲθε· εἰ δὲ μὴ. τιμιώτερον.