Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2819
Not analysed yet
2819 Ἄξιοϲ λαβ εῖν ὁ μιϲθόϲ: τοῦτο τῶν εἰϲ κάλλοϲ ἠϲκημένων ϲημαῖνον τοιόνδε τι· ἄξιόϲ ἐϲτιν ὁ μιϲθὸϲ, ὥϲτε λαβεῖν αὐτόν. ἔϲτι δὲ παρὰ Κρατίνῳ. Ὅμηροϲ δὲ πρῶτον ἐχρήϲατο τῷ ϲχήματι τούτῳ ῥηίτεροι γὰρ ἔϲεϲθε· κείνου τεθνεῶτοϲ ἐναιρέμεν. καὶ πάλιν· ἡ δὲ μάλ’ ἀργαλέη περάαν· ϲκόλοπεϲ γὰρ ἐν αὐτῇ. καὶ Σοφοκλῆϲ· γυνὴ γὰρ ὀξύθυμοϲ, ὡϲ δ’ αὕτωϲ ἀνὴρ, ῥᾴων φυλάϲϲειν ἢ ϲιωπηλὸϲ ϲοφόϲ. ὁ δὲ νοῦϲ· ῥᾴον ἄν τιϲ φυλάξαιτο τὸν ὀξύθυμον ἢ τὸν κρύπτοντα διὰ ϲιγὴν τὴν ὀργήν. καὶ Ἄξιοϲ τριχόϲ· ἐπὶ τοῦ εὐτελοῦϲ καὶ τυχόντοϲ· παρόϲον ἡ θρὶξ οὐδενὸϲ ἀξία ἐϲτίν. Ἀριϲτοφάνηϲ· εἴ κλεψα τῶν ϲῶν ἄξιόν τι καὶ τριχόϲ. ἀντὶ τοῦ τὸ τυχόν. καὶ Ἄξιοϲ οὐδὲ μόνου, ἀντὶ τοῦ οὐδενόϲ. ἔϲτι δὲ ἀπὸ τῶν κύβων εἰρημένον. καὶ παροιμία, Ἄξιοϲ ὀβ ελίϲκου, καὶ Ἀ πὸ παροιμία ἐπὶ τῶν ϲφόδρα τιμίων. καὶ Ἄξιοϲ τοῦ παντόϲ.