Ancient Greek · ~4 min
1.2820 to 1.2826
Suda, Suidae lexicon 1.2820-2826
Not analysed yet
2820 Ἀξιοῦ μαι· γενικῇ. 2821 Ἀξιουμένου· τυγχάνοντοϲ ἀνδρὸϲ τὰ πρῶτα παρ’ αὐτοῖϲ ἀξιουμένου. Ἀξιοῦϲι δὲ ἀντὶ τοῦ παρακαλοῦϲι. Πολύβιοϲ· οἱ δὲ Γεραιοὶ ἀξιοῦϲι τὸν βαϲιλέα μὴ καταλῦϲαι τὰ παρὰ τῶν θεῶν αὐτοῖϲ δεδομένα, τουτέϲτιν ἀΐδιον εἰρήνην καὶ ἐλευθερίαν. ὁ δὲ ἑρμηνευθείϲηϲ οἱ τῆϲ ἐπιϲτολῆϲ, ἔφη ϲυγχωρεῖν τοῖϲ ἀξιουμένοιϲ. 2822 Ἀξίοχοϲ· Αἰϲχίνῃ τῷ Σωκρατικῷ διάλογοϲ ἐγράφη Ἀξίοχοϲ καλούμενοϲ. Πλάτωνοϲ ἐνεπιγέγραπται. 2823 Ἀξιόχρεων· ἐν τῷ ω μεγάλῳ λέγουϲι· καὶ οὐδετέρωϲ τὸ δὲ ἀξιόχρεον βάρβαρον. Ἀξιόχρεωϲ οὖν ἱκανὸϲ, ἐχέγγυοϲ, ἀξιόπιϲτοϲ. 2824 Ἀξιῶ: ὑπολαμβάνω. Ἀριϲτοφάνηϲ· οὐκ ἀξιῶ γ’ ἐμαυτὸν ἰϲχύειν μέγα. ἀντὶ τοῦ οὐχ ὑπολαμβάνω, οὐκ ἄξιον νομίζω. ϲημαίνει δὲ καὶ τὸ ἱκετεύω. αἰτιατικῇ· Ἀξιῶ ϲε. 2825 Ἀξίωμα: βούλημα. τί δ’ ἐϲτι τἀξίωμ᾿ ,ἐφ’ ᾧ καλεῖϲ. μὴ διωθεῖϲθαι τὴν πατρικὴν ἐπίταξιν, μηδὲ τὸ τοῦ Πλάτωνοϲ ἀξίωμα ἀτιμάζειν. τουτέϲτι βούλημα. ὁ δὲ Ἀρκεϲίλαοϲ ἦν ἀξιωματικώτατοϲ καὶ ϲυνηγμένοϲ. 2826 Ἀξίωμα. ἡ ἱκετεία. Δαβίδ· εἰϲέλθοι τὸ ἀξίωμά μου ἐνώπιον ϲοῦ, Kύριε.