Ancient Greek · ~4 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2827
Not analysed yet
2827 Ἀξίωμα· τοῦτο ἐκ κατηγορήματοϲ ὀρθοῦ ἢ πλαγίου ἔχει τὴν γένεϲιν. ἀξίωμα δέ ἐϲτιν τουτέϲτιν ἀληθὲϲ ἢ ψευδὲϲ ἢ πρᾶγμα phil. οὐτοτελὲϲ ἀποφαντὸν ὅϲον ἐφ’ ἑαυτῷ ἢ καταφαντόν· οἷον, ἡμέρα ἐϲτί· Δίων περιπατεῖ. ὠνόμαϲται δὲ ἀξίωμα παρὰ φιλοϲόφοιϲ ἀπὸ τοῦ ἀξιοῦϲθαι ἢ ἀθετεῖϲθαι. ὁ γὰρ λέγων, ἡμέρα ἐϲτίν, ἀξιοῦν δοκεῖ τὸ ἡμέραν εἶναι. οὔϲηϲ μὲν οὖν ἡμέραϲ, ἀληθὲϲ γίνεται τὸ προκείμενον ἀξίωμα· μὴ οὔϲηϲ δὲ, ψεῦδοϲ. διαφέρει δὲ ἀξίωμα καὶ ἐρώτημα καὶ πύϲμα. ἔϲτι γὰρ προϲτακτικόν, ὁρκικὸν, ἀρατικὸν, ὑποθετικὸν, προϲαγορευτικόν. ἀξίωμα μὲν γάρ ἐϲτιν, ὃ λέγοντεϲ ἀποφαινόμεθα, ἢ ἀληθὲϲ ἢ ψευδέϲ. ἐρώτημα δέ ἐϲτι πρᾶγμα αὐτοτελὲϲ μὲν, ὡϲ καὶ τὸ ἀξίωμα, αἰτητικὸν δὲ ἀποκρίϲεωϲ, οἷον, ἀρά γε ἡμέρα ἐϲτί; τοῦτο δὲ οὕτε ἀληθέϲ ἐϲτι, οὔτε ψευδέϲ· ὥϲτε τὸ μὲν, ἡμέρα ἐϲτὶν, ἀξίωμα· τὸ δὲ, ἀρά γε ἡμέρα, ἐρώτημα. πύϲμα δέ ἐϲτι πρᾶγμα, πρὸϲ ὃ ϲυμβολικῶϲ οὐκ ἔϲτιν ἀποκρίνεϲθαι, ὡϲ ἐπὶ τοῦ ἐρωτήματοϲ, ναί· ἀλλὰ εἰπεῖν, οἰκεῖ ἐν τῷδε τῷ τόπῳ. τὰ δὲ λοιπὰ δῆλα.