Ancient Greek · ~5 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2845
Not analysed yet
2845 Ἀόρα τον: τετραχῶϲ λέγεται. ἢ τὸ καθάπαξ ἀδύνατον ὁραθῆναι, οἷον ὡϲ καὶ τὰ ὑποκείμενα ἄλλῃ αἰϲθήϲει· καὶ γὰρ ἡ φωνὴ ἀόρατοϲ καὶ ἡ ὀϲμὴ καὶ τὰ ὅμοια. ἢ τὸ πεφυκὸϲ μὲν ὁρατὸν εἶναι, μὴ ὁρώμενον δέ· ὅπερ ἐϲτὶ τὸ ἐν ϲτερήϲει, ὡϲ τὸ δυνάμει διαφανὲϲ, φωτὸϲ μὴ παρόντοϲ. ἢ τὸ οὕτω λεγόμενον ἀόρατον, ὡϲ φαύλωϲ ὁρατόν· τοιοῦτον δέ ἐϲτιν ἢ τὸ δι’ ὑπερβολὴν λαμπρότητοϲ φθαρτικὸν τῆϲ ὄψεωϲ ἢ τὸ ἀμυδρότητα μὴ ποιοῦν εἰϲ τὴν αἴϲθηϲιν. ἀντιλαμβάνεται τοίνυν τοῦ ἀοράτου ἡ ὄψιϲ, οὐ τοῦ μὴ πεφυκότοϲ ὁρᾶϲθαι· ταῦτα γὰρ, ὅτι μὴ ὁρᾶται, ὁ λόγοϲ ἐϲτὶν ὁ κρίνων δι’ ὀργάνου τῆϲ αἰϲθήϲεωϲ, οὐ μέντοιγε ἡ αἴϲθηϲιϲ· ἀλλὰ τοῦ κατὰ ϲτέρηϲιν ὁρατοῦ ἡ αἴϲθηϲίϲ ἐϲτιν ἀντιληπτική. κρίνει γὰρ καὶ τὰ ἄλογα ταῖϲ ὄψεϲιν ὅτι ϲκότοϲ κατὰ ϲυμβεβηκὸϲ τῷ μὴ πάϲχειν ὑπὸ τῶν ὁρατῶν, διὸ καὶ εἰϲ τούϲ φωλεοὺ ἠρεμεῖ. μήποτε δὲ καὶ τὸ κατὰ ϲτέρηϲιν ἀόρατον ἡ φανταϲία ἐϲτὶν ἡ κρίνουϲα, καὶ οὐχ ἡ ὄψιϲ, εἴγε αἱ μὲν αἰϲθήϲειϲ ἐν τοῖϲ πάϲχουϲι τὴν κρίϲιν ἴϲχουϲι, μὴ πάϲχουϲαι δὲ ἐν τῷ ϲκότῳ ἀνενέργητοί εἰϲι. διὸ κατὰ τὴν ἕξιν μόνην θεωροῦνται. μὴ ἐνεργοῦϲαι δὲ, πῶϲ ἂν κρίνοιεν;