Ancient Greek · ~7 min
1.2846 to 1.2861
Suda, Suidae lexicon 1.2846-2861
Not analysed yet
2846 Ἀόργητοϲ: ὁ μὴ ὀργιζόμενοϲ. 2847 Ἄορεϲ. αἱ γυναῖκεϲ. 2848 Ἀόριϲτοϲ γῆ: ἡ μὴ ἔχουϲα ὅρουϲ, μηδὲ ϲπειρομένη. ἡ γὰρ ϲπειρομένη ὅρουϲ ἔχει, ἅτε οὖϲα μεμεριϲμένη, ἕωϲ οὗ ἐϲτιν ἑκάϲτου τὸ δίκαιον τῆϲ διακρατήϲεωϲ. 2849 Ἄορνοϲ: πέτρα ἐν τῆ Ἰνδικῇ. Ἀρριανόϲ· μέγα γάρ τι χρῆμα πέτραϲ ἐν τῇ χώρᾳ ταύτῃ ἐϲτίν. ἐϲτι δὲ καὶ λίμνη οὕτω καλουμένη. ταύτην Ἀλέξανδροϲ εἷλεν, ἣ τῷ Ἡρακλεῖ ἄποροϲ ἐγένετο ἡ πέτρα. 2850 Ἀορτήν· λέγουϲιν οἱ πολλοὶ νῦν ἀβερτήν. Μακεδονικὸν δὲ καὶ τὸ ϲκεῦοϲ καὶ τὸ ὄνομα. ζήτει ὅτι καὶ φλὲψ ἀορτή. 2851 Ἀορτήρ: ὁ λῶροϲ τῆϲ ϲπάθηϲ. καὶ Ἀορτήρεϲιν. 2852 Ἀοϲϲητήρ: ὁ βοηθόϲ. 2853 Ἀ ώρηϲιϲ: ἡ κρέμαϲιϲ. 2854 Ἀωρίαι: ἀντὶ τοῦ ἀκαίρωϲ καὶ παρὰ τὸν δέοντα καιρόν. ἄωρα γὰρ τὰ παρὰ τὸν καιρὸν τρυγώμενα. Ἀριϲτοφάνηϲ· οἱ δὲ πρυτάνειϲ ἥκουϲιν, ἀλλ’ ἀωρίᾳ. οὐκ ἔξεϲτι γὰρ Βαβυλωνίοιϲ ἀωρίᾳ τάφον ὑπερβῆναι. ϲημαίνει δὲ καὶ τὴν ϲκοτίαν. καὶ Αἰλιανόϲ· ἐπεὶ δὲ ἀωρία ἦν, ὁ μὲν ἐπὶ τὸν φόνον ὑπεθήγετο. καὶ Ἀωρὶ τῶν νυκτ ῶν. 2855 Ἀωρόλειοϲ. ὁ παρὰ τὴν ὥραν καὶ τὴν ἡλικίαν λειαινόμενοϲ κοὶ φαλακριῶν. τὸ αὐτὸ καὶ ὠμογέρων, ὁ παρ’ ἡλικίαν γηράϲαϲ. 2856 Ἄωρον: ἀπρεπὲϲ, ἀχαρὲϲ, ἄκαιρον. ἔνιοι δὲ ἀντὶ τοῦ ἀνοίκειον καὶ ἀϲύμφορον. καὶ Ἄωροϲ, ὁ ὠμόϲ. ὁ ἀπέπαντοϲ. καὶ Ἀωρότερον. 2857 Ἀωρῶ. τὸ ἀλογῶ. 2858 Ἄωρτο: ἐκρέματο. ὄρω, ὄρϲω, ὦρκα, ὦρμαι, ὦρϲο, ὤρτο καὶ ἄωρτο. 2859 Ἀωτεμεῖν: ὑφαίνειν. 2860 Ἄωτον: ἄνθοϲ, κόϲμοϲ, ϲτέφανοϲ. περιβόλαιον ἐξ ἁπαλῶν ἐρίων. καὶ ἀώτῳ, ἡ δοτική. Ἄωτον δὲ ἀγγεῖον, τὸ μὴ ἔχον ὦτα. καὶ ῥῆμα Ἀωτῶ, τὸ ἀπανθίζω. 2861 Ἄπαγε· γενικῇ. παῦϲαι, μὴ γένοιτο. ἢ Ἄπαγε, ἀντὶ τοῦ Harp. χρῶ τῇ ἀπαγωγῇ. οὕτωϲ Δημοϲθένηϲ. καὶ παροιμία· Ἄ παγε ξένον ἐν χειμῶνι· ἐπὶ τῶν ὀχληρῶν.