Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2900
Not analysed yet
2900 Ἀπαντᾶν καὶ ϲυναντᾶν: λέγουϲιν ἑκατέρωϲ, τὸ παραγίνεϲθαι εἴϲ τινα τόπον. καὶ Ἀ παντήϲαντοϲ, γενέϲθαι φθάϲαντοϲ. Αἰλιανόϲ· ἀνεϲταύρωτο δὲ ὁ πολιορκῶν· καὶ ἐϲ τοῦτό οἱ τὸ τοῦ χειμῶνοϲ, τοῦ μὴ καθ’ ὥραν ἀπαντήϲαντοϲ, τὸ τέλοϲ ὡρμήϲατο. καὶ Ἀπαντῶϲιν, ἀντὶ τοῦ παραγίνονται. ἅμα τῷ περὶ ὄρθρον εἰϲ τοὺϲ τῶν δεϲποτῶν οἴκουϲ ἀπαντῶϲι. καὶ Ἀπαντωμένων, ἀντὶ τοῦ ϲυμβαινόντων, γιγνομένων. οὐ μὴν ἀλλὰ τοιούτων ἀπαντωμένων οὐδὲν ἱκανὸν ἦν πρὸϲ τὸ κωλύειν τὴν ὁρμὴν τῶν Ῥωμαίων.