Ancient Greek · ~2 min
1.2896 to 1.2899
Suda, Suidae lexicon 1.2896-2899
Not analysed yet
2896 Ἀ πανθήϲαντα: ξηρανθέντα. μακαριωτάτη ἐγὼ, ἥτιϲ μεμύρωμαι τὴν κεφαλὴν μυρώμαϲιν ἀγαθοῖϲιν. ἐν τῇ κεφαλῇ γὰρ ἐμμένει πολὺν χρόνον. τὰ δ’ ἄλλ’ ἀπανθήϲαντα πάντ᾿ ἀπέπτατο. Ἀριϲτοφάνηϲ φηϲίν. Ἀπανθῶ γὰρ τὸ ἀποβάλλω. καὶ ὁ Θεολόγοϲ· τῶν ἐκ γένουϲ τοῖϲ ἀπανθήϲαϲιν. Ἀπανθίζω δὲ τὸ τὰ ἄνθη ϲυλλέγω. 2897 Ἅπανθ’ ὅμοια καὶ Ῥοδῶπιϲ ἡ καλή: ϲημαίνει, ὅτι ταῖϲ τύχαιϲ ὁμοίωϲ ὑποπεπτώκαϲιν οἱ θνητοί. ζήτει περὶ τῆϲ Ῥοδώπιδοϲ ἐν τῷ Ῥοδώπιδοϲ ἀνάθημα. 2898 Ἀπανθρακίζομεν: ἀντὶ τοῦ ἄνθρακαϲ ἐϲθίομεν. ἔϲτι δὲ εἶδοϲ ἰχθύων, ὃ παροπτῶντεϲ ἐϲθίουϲιν. ἢ ὀπτὰϲ ἐϲθίομεν, ἢ ἄνθρακαϲ ζωπυροῦμεν. 2899 Ἀπανθρωπία: ἡ κακία. ὅταν τιϲ μὴ κατὰ ἄνθρωπον ποιῇ, τοῦτο ἀπανθρωπία.