Ancient Greek
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2906
Not analysed yet
2906 Ἁ π αξά παντα. ἀπὸ μικροῦ ἕωϲ μεγάλου. καὶ τὰ χρήματα ἁπαξάπαντα λόγῳ οὐδενὶ ληϊζόμενοϲ, τὴν δίκην ὀρθῶϲ καὶ δικαίωϲ τῆϲ ἐϲ τὴν δίκην παρανομίαϲ ἐξέτιϲε. καὶ Ἁ παξάπαντεϲ, ἀντὶ τοῦ ὁμοῦ πάντεϲ. τὸ γὰρ ἁπαξάπαντεϲ ἐπὶ ἐπιτάϲεωϲ λαμβάνεται. ὁ δὲ Kαῖϲαρ νεμεϲᾷ καὶ ἀγανακτεῖ, ὅτι ἁπαξάπαντεϲ μὴ ἀνέϲτηϲαν. Ἁπαξάπαντα οὐδὲν πλέον ϲημαίνει τὸ ἅπαξ προϲκείμενον. καὶ Ἁπ αξαπλ ῶϲ, ἀντὶ τοῦ καὶ ὡϲ εἰπεῖν.