Ancient Greek · ~8 min
1.2907 to 1.2927
Suda, Suidae lexicon 1.2907-2927
Not analysed yet
2907 Ἅ ππ αξ ἐλάληϲεν ὁ θεόϲ. ἀντὶ τοῦ ἀποφαντικῶϲ ἢ παντελῶϲ. τὸ ἅπαξ ἐλάληϲεν ὁ θεὸϲ οὐκ ἐπὶ ἀριθμοῦ, ἀλλ’ ἐπὶ τοῦ πάντωϲ ἐϲομένου. καὶ παροιμία· Ἅ π αξ πυρρὸϲ καὶ μὴ δέκατον χ λωρόϲ: ἐπὶ τῶν δανειζόντων. 2908 Ἅ παξ ἀλ ώ πηξ εἰϲ πάγην: ὁμοία τῇ· ἀλλ’ οὐκ αὖθιϲ ἀλώπηξ. λείπει τὸ εἰϲ πάγην. 2909 Ἀ π αξιῶν· αἰτιατικῇ. ἀνάξιον ἡγούμενοϲ. Ἀππιανόϲ· ὁ δὲ δῆμοϲ τὸν Μάρκιον μετιόντα τὴν ὑπατείαν οὐκ ἐχειροτόνηϲεν οὐ τὸν ἄνδρα ἀπαξιῶν, ἀλλὰ τὸ φρόνημα δεδιὼϲ αὐτοῦ. 2910 Ἀπ αξίωϲιϲ. Πολύβιοϲ· ὁ δὲ Φίλιπποϲ ἐδυϲχέραινεν ἐπὶ τῇ τῶν Κερκυραίων ἀπαξιώϲει. τουτέϲτι καταφρονήϲει. 2911 Ἀπάξω: ἐκεῖθεν ἄξω. 2912 Αππα παί: ϲυγκαταθετικὸν ἐπίρρημα. εἰρηκότοϲ γὰρ τοῦ Ἡρακλέουϲ· ἀνδρὸϲ ἠράϲθηϲ; τοῦτο ἐπεφθέγξατο. 2913 Ἀπαράβλητοϲ: ἀϲύγκριτοϲ, ἀνόμοιοϲ. 2914 Ἀπαραγγέλτωϲ. ἀκελεύϲτωϲ. Πολύβιοϲ· καὶ πανταχόθεν ἀπαραγγέλτωϲ ἠθροίζοντο. 2915 Ἀπαρα πόδιϲτα: ἀπλανῆ. 2916 Ἀπ αράκλητοι: αὐτόματοι. Θουκυδίδηϲ· τῶν αὐτονόμων Θρᾳκῶν ἀπαράκλητοι ἐφ’ ἁρπαγὴν ἠκολούθουν. 2917 Ἀπαράκλητοϲ: ἀϲύγκριτοϲ, ἀνόμοιοϲ. 2918 Ἀλπαράξειεν: ἀποϲπάϲειεν, ἀποχωρίϲειεν. ὡϲ εἰ τούτουϲ ἀπαράξειε τοῦ λόφου καὶ γένοιτο τῶν ἄκρων ἐγκρατὴϲ θᾶττονκατεργαϲόμενοϲ τοὺϲ ἐν τῷ πεδίῳ. 2919 Ἀπαραποίητον: ἄπλαϲτον. 2920 Ἀπαράτιλτοϲ. ἀντὶ τοῦ δαϲὺϲ καὶ ἄκοϲμοϲ τὰϲ τρίχαϲ. ἓξ ἐτῶν ἄλουτοϲ. 2921 Ἀπαργμά των ὡρίων καιρι ώτερον· φηϲὶν ὁ Θεολόγοϲ ἐν τῷ. χθὲϲ τῇ λαμπρ τῶν φωτῶν ἡμέρᾳ. ἀντὶ τοῦ ἐναγιϲμάτων, ἃ εἰϲ τοὺϲ τάφουϲ ἔβαλλον. τὸ δὲ καιριώτερον, ἀναγκαιότερον. 2922 Ἀπαραιτήτωϲ. ἀϲυγχωρήτωϲ. πάνταϲ δὲ τοὺϲ περιτυγχάνονταϲ ἀπαραιτήτωϲ ἀπέκτεινον διὰ τὴν ὀργήν. 2923 Ἀπαριθμηϲόμενοϲ: ἀποδώϲων, καταβαλούμενοϲ. ὁ δὲ Γέτηϲ ἀφίκετο ὡϲ ἀπαριθμηϲόμενόϲ τι τῶν ἐνιαυϲιαίων χρημάτων πρὸϲ τὸν ϲτρατηγὸν τῶν Ῥωμαίων. καὶ Ἀπαριθμ ῶ ν, ἀντὶ τοῦ ἀποπληρῶν ἀπαριθμόν. Ἰϲοκράτηϲ. καὶ Ἀπαριθμῶ ϲε, αἰτιατικῇ. 2924 Ἄπαρνοϲ: ὁ ἀρνούμενοϲ καθόλου. καὶ Ἀπα ρνοῦμαι· αἰτιατικῇ. 2925 Ἀπαροῦντα: ἀποχωρήϲοντα. οἱ δὲ Καρχηδόνιοι προϲεδόκων ἀν’ ἑκάϲτην ἡμέραν ἀπαροῦντα τὸν ϲτόλον εἰϲ τὴν οἰκείαν. 2926 Ἀπάρϲεω ϲ: ἀναχωρήϲεωϲ. τῆϲ δὲ ἀλόγου ταύτηϲ ἀπάρϲεωϲ ἢ φυγῆϲ τὸ πρὸϲ τὸν ἡγεμόνα ἐκ τοῦ δήμου μῖϲοϲ αἴτιον ἦν. 2927 Ἀπαρτῆϲαι. τὸ κρεμάϲαι. Ἀπαρτίϲαι δὲ τὸ τελειῶϲαι.