Ancient Greek · ~5 min
1.2928 to 1.2939
Suda, Suidae lexicon 1.2928-2939
Not analysed yet
2928 Ἀπαρτί. ἐπίρρημά ἐϲτιν ὡϲ ἀμογητί, παρὰ τὸ ἀπηρτιϲμένον καὶ πλῆρεϲ. Ἡρόδοτοϲ· ἀπὸ τούτου εἰϲὶ ϲτάδιοι ο′ ἀπαρτί. καὶ Φερεκράτηϲ ἐν Κραπατάλλοιϲ· φράϲον μοι ἀπαρτὶ δήπου καὶ Ἀριϲτοφάνηϲ Πλούτῳ· τοὺϲ δεξιοὺϲ καὶ τοὺϲ ϲώφροναϲ ἀπαρτὶ πλουτῆϲαι ποιήϲω. 2929 Ἀπαρτίαν: ἀποϲκευὴν, τέλοϲ ἀπαρτιϲμοῦ. καὶ Ἀπ ἄρτι ζόν τωϲ, τὸ μήτε ὑπερβάλλειν μήτε ἐνδεῖν. ὅροϲ γάρ ἐϲτι λόγοϲ κατ’ ἀνάλυϲιν ἀπαρτιζόντωϲ ἐκφερόμενοϲ. καὶ Ἀ παρτιλογία, ἀπηρτιϲ μένοϲ καὶ πλήρηϲ ἀριθμὸϲ καὶ λόγοϲ. οὕτωϲ Λυϲίαϲ. Ἡρόδοτοϲ δὲ ζ′. λέγει δὲ Ξέρξηϲ πρὸϲ Πύθιον τὸν Λυδόν· ἵνα μή τοι ἐπιδεεῖϲ ὦϲιν αἱ τετρακόϲιαι μυριάδεϲ ἑπτὰ χιλιάδων. 2930 Ἀπαρυϲτέον: ἀφαιρετέον. ἀπὸ τοῦ ἀρύω. 2931 Ἀπ Ἀπάρχεϲθαι· γενικῇ. τὸ τοῖϲ ἀγύρταιϲ ἀργύριον ἐμβάλλειν. καὶ Ἀπάρχου, ἀρχὴν βάλλε ἢ ἀπαρχὰϲ πρόϲφερε. καὶ Ἀπαρξό μεθα ἀντὶ τοῦ ἀπαρχὰϲ προϲοίϲομεν. εἰ μὴ δ’ ἐξ ὀλίγων ὀλίγη χάριϲ· εἰ δὲ διδοίηϲ πλείονα, καὶ πολλῶν, δαῖμον, ἀπαρξόμεθα. 2932 Ἃπαϲαν τὴν οὐϲίαν ἠμφίαϲται. ἐπὶ τῶν μηδ’ ὁτιοῦν ἄλλο κεκτημένων ἢ ὅπερ ἀμπίϲχεται. 2933 Ἃ παϲ ἐχῖνοϲ τραχ ύϲ: ἐπὶ τῶν δυϲκόλων καὶ δυϲτρόπων. Ἀπαϲκαρίζειν· Ἀριϲτοφάνηϲ Ταγηνιϲταῖϲ· ἀπαϲκαρίζειν ὡϲπερεὶ πέρκην χαμαί. Μένανδροϲ· ἀπαϲκαριῶ ϲ’ ἐγὼ γέλωτι τήμερον. 2935 Ἀπ αϲτία: ἀτροφία. νηϲτεία· παρὰ τὸ πάϲαϲθαι. καὶ Ἄπο ϲτοϲ, ἄγευϲτοϲ· οἷον ἄμαϲτοϲ, ἀμάϲητοϲ. 2936 Ἀπα ταγί: ἄνευ ψόφου. 2937 Ἀ πατεῶνοϲ: ψεύϲτου. 2938 Ἀ πατηλόϲ: ἀπατητικόϲ. 2939 Ἀπατήϲει· αἰτιατικῇ. ἀντὶ τοῦ παραλογιεῖται. Τηλεκλείδηϲ.