Ancient Greek · ~4 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.294
Not analysed yet
294 Βίοϲ· ἐκ τῶν Φίλωνοϲ. ὅτι ἡ τοῦ Χριϲτοῦ ἐκκληϲία δύο βίουϲ νομοθετεῖ καὶ τρόπουϲ, τὸν μὲν ὑπερφυῆ καὶ τῆϲ κοινῆϲ καὶ τῆϲ ἀνθρωπίνηϲ πολιτείαϲ ἐπέκεινα, οὐ γάμουϲ, οὐ παιδοποιΐαϲ, οὐ περιουϲίαϲ ὕπαρξιν παραδεχόμενοϲ, ἀλλ’ ὅλον διόλου τῆϲ κοινῆϲ ϲυνήθουϲ τῶν βιωτικῶν ἀνθρώπων ἀγωγῆϲ παρηλλαγμένοϲ. καὶ μετ’ ὀλίγα· ὁ δὲ δεύτεροϲ καὶ ὑποβεβηκὼϲ ἀνθρωπινώτεροϲ καὶ τοῦ πρώτου λίαν ἀϲύγκριτοϲ, ὃϲ καὶ γάμοιϲ ϲυγκατιέναι ϲώφροϲι καὶ παιδοποιΐαιϲ, οἰκονομίαϲ τε τῆϲ κατὰ τὸ δίκαιον ἐπιμελεῖϲθαι καὶ ϲτρατευομένοιϲ τὰ πρακτέα ὑποτίθεϲθαι, ἀγρῶν τε καὶ ἐμπορίαϲ καὶ τῆϲ ἄλληϲ πολιτικωτάτηϲ ἀγωγῆϲ μετὰ τοῦ θεοϲεβοῦϲ φροντίζειν, οἷϲ καὶ ἀϲκήϲεων καιροὶ μαθητείαϲ τε καὶ τῶν θείων λογίων ἀκροάϲεωϲ ἀφωρίϲθηϲαν, καὶ δεύτεροϲ εὐϲεβείαϲ ἀπενεμήθη βᾳθμὸϲ, κατάλληλον τῷ τοιῷδε βίῳ παρέχων τὴν ὠφέλειαν. τοῦ ἁγίου Ἀθαναϲίου. δύο εἰϲὶν ὁδοὶ ἐν τῷ βίῳ καὶ δύο πολιτεῖαι, ἡ μὲν μετριωτέρα καὶ βιωτικὴ φέρουϲα καρπὸν ἐν λ′, ἡ δὲ ἀγγελικὴ καὶ ἀποκόϲμιοϲ φέρουϲα καρπὸν τὸν τέλειον ἐν ρ΄. ὡϲαύτωϲ καὶ ὁ παλαιὸϲ βίοϲ εἰϲ δύο διῃρεῖτο, εἰϲ τὸν Φαριϲαϊκὸν καὶ ὑψηλὸν καὶ εἰϲ τὸν ὑποδεέϲτερον τὸν κοϲμικόν. κατὰ δὲ φιλοϲόφουϲ βίων αἱρέϲειϲ τρεῖϲ ἠθικαί · θεωρητική πρακτική λογική.