Ancient Greek · ~4 min
1.285 to 1.293
Suda, Suidae lexicon 1.285-293
Not analysed yet
285 Βίκοϲ: τὸ ἀγγεῖον. καὶ Βικίδιον διὰ τοῦ ι ἡ παράδοϲιϲ. Ξενοφῶν· Κῦροϲ γὰρ ἔπεμπε βίκουϲ ἡμιδεεῖϲ οἴνου. καὶ Βίκοϲ, τὸ ϲπέρμα. 286 Βίκτορα. 287 Βινεῖν: τὸ ϲυνουϲιάζειν· ἢ τὸ πιπίζειν. ἐν Ἐπιγράμμαϲι· ἁδὺ τὸ βινεῖν ἐϲτι· τίϲ οὐ λέγει; ἀλλ᾿ ὅταν αἰτῇ χαλκὸν, πικρότερον γίνεται ἑλλεβόρου. 288 Βινεῖν: περαίνειν. καὶ βινεῖν με διαλελημμένον. καὶ Βινήϲομεν. Ἀριϲτοφάνηϲ· εἶτα βινήϲαϲ ἐκεῖθεν αὖθιϲ οὖ κατέπτατο. ὥϲτ᾿ εἴ τιϲ ἡμᾶϲ μὴ διαλλάξει ταχὺ, οὐκ ἔϲθ’ ὅπωϲ μὴ Kλειϲθένη βινήϲομεν. οὗτοϲ ἐπὶ θηλύτητι ἐκωμῳδεῖτο. καὶ αὖθιϲ Ἀριϲτοφάνηϲ· ἔπαυϲα τοὺϲ βινουμένουϲ τὸν γρύπον ἐξαλείψαϲ. 289"Βῖνοϲ: ὄνομα θεᾶϲ. 290 Βιοδώρα: ἡ γῆ. 291 Bίολα: πέδιλα, ὑποδήματα. 292"Βίοϲ: ϲημαίνει δ′ παροξυτόνωϲ. Βιὸϲ δὲ τοῦ τόξου ἡ νευρά. 293 Bίοϲ: ποτὲ μὲν ἡ οὐϲία τῶν κτημάτων, ποτὲ δὲ αὐτὸ τὸ ζῆν. καὶ παροιμία· Βίον μεμαγμένον, ἐπὶ τῶν εὐδαιμονιζόντων ἐπὶ πολυτελεῖ καὶ ἡδεῖ βίῳ. καὶ παροιμία· Βίον ἀληλεϲμένον, ἐπὶ τῶν ἐν ἀφθονίᾳ τῶν ἐπιτηδείων ὄντων.