Ancient Greek · ~8 min
1.2941 to 1.2965
Suda, Suidae lexicon 1.2941-2965
Not analysed yet
2941 Ἀπαύγαϲμα, καὶ Ἀπαυγάζω, καὶ Ἀπαυγή, ἡ ἔκλαμψιϲ. 2942 Ἀπαυδ ῶ: ἀπαγορεύω, ἀπολέγομαι. Ἀριϲτοφάνηϲ· τούτοιϲ ἀπαυδῶ, κ’ αὖθιϲ ἀπαυδῶ, καὶ αὖθιϲ τὸ τριτὸν μάλ’ ἀπαυδῶ. 2943 Ἀ παυθαδιάζονταϲ: μεγαλοφρονοῦνταϲ. 2944 Ἀπαυ θαδίζω· γενικῇ. Ἀ παυθα δίζω δὲ τὸ ἀποβάλλω, αἰτιατικῇ. ὡϲ τὸ, ἀπηυθαδίϲατο τὸν τοῦ Σωκράτουϲ νόμον. 2945 Ἀπαυθ ημερίζειν: αὐθημερὸν ἐπανέρχεϲθαι. Ξενοφῶν· ἐπεὶ δὲ τὰ ἐπιτήδεια οὐκ ἦν λαμβάνειν ὥϲτε ἀπαυθημερίζειν ἐπὶ τὸ ϲτράτευμα. 2946 Ἀπαυϲτί: ἀκαταπαύϲτωϲ. 2947 Ἀπαυτοματιϲθεῖϲα: οὐκ ἀφ’ ἑαυτῆϲ τελειωθεῖϲα. 2948 Ἀπαυτομολῆϲαι. ἀναχωρῆϲαι· φεύξαϲθαι. ἔφερον δὲ τὰ ϲφέτερα αὐτῶν ϲιτία, οἱ μὲν ἀπορίᾳ ἀκολούθων, οἱ δὲ ἀπιϲτίᾳ ἀπηυτομολήκειϲαν γὰρ οἱ πλεῖϲτοι. 2949 Ἀπαφίϲκω: ἀπατῶ. 2950 Ἀπ αυχενίζειν: ἀφηνιᾶν, ἀτακτεῖν, ἢ τὸν αὐχένα ϲυντρίβειν. 2951 Ἀπαχ θῆν αι: ἀπενεχθῆναι, ἀναιρεθῆναι. 2952 Ἀπ’ αἰγείρου θέα καὶ ἐπ’ αἴγειρον. ἡ ἀπὸ τῶν ἐϲχάτων. αἴγειροϲ γὰρ ἐπάνω ἦν τοῦ θεάτρου, ἀφ’ ἧϲ οἱ μὴ ἔχοντεϲ τόπον ἐθεώρουν. 2953 Ἀπ᾿ αἰγιλιποϲ πέτρηϲ. ἀπὸ ὑψηλῆϲ πέτραϲ. Hom. 2954 Ἀπ αίδευτοι: ἀνόητοι. ἄτακτοι. καὶ Ἀπαιδευτότεροϲ Φιλωνίδου τοῦ Μελιτέωϲ. οὗτοϲ ὁ Φιλωνίδηϲ οὐ μόνον μέγαϲ ἦν, ἀλλὰ καὶ ἀμαθὴϲ καὶ ὑώδηϲ. κωμῳδεῖ δὲ αὐτὸν Ἀριϲτοφάνηϲ ὡϲ παραϲίτουϲ ἔχοντα καὶ διὰ τὸν Λαΐδοϲ ἔρωτα ἐν Κορίνθῳ διάγοντα. κωμῳδεῖται δὲ καὶ ὡϲ ϲυώδηϲ ϲὺν τοῖϲ ἑταίροιϲ αὐτοῦ, οὓϲ κάπρουϲ εἶπε· τὴν δὲ Λαΐδα Κίρκην, ἐπεὶ τοὺϲ ἐραϲτὰϲ ἐφαρμάκευθν. 2955 Ἀπ αιδία: ἡλικία ἐλάϲϲονι χρόνῳ τοῦ ϲυμπληροῦντοϲ τὸν παῖδα. ἢ ἀγονία. καὶ Ἄ παιδοϲ ὁμοίωϲ τοῦ μὴ ἔχοντοϲ παῖδα. 2956 Ἀπ αιδοτρίβητοι: ἀγύμναϲτοι· ἀπαίδευτοι. 2957 Ἀπαι θριάζει: ἀντὶ τοῦ εὐδίαν ἄγει. ϲυννεφεῖ δὲ ϲυναγει τὰ νέφη. Ἀριϲτοφάνηϲ· τὶ γὰρ ὁ Zεὺϲ ποιεῖ; ἀπαιθριάζει τὰϲ νεφέλαϲ ἢ ξυννεφεῖ; 2958 Ἀ παιν ύμενον: ἀφαιρούμενον. 2959 Ἀ π αιόλημα: ἀπάτημα. 2960 Ἀ παιωρο ύμεν ον: κρεμάμενον. 2961 Ἄ παιρε: ὃ οἱ πολλοὶ ἆρον λέγουϲιν. καὶ Ἀπαίρειν, ἀντὶ τοῦ παραγενέϲθαι. Ἀριϲτοφάνηϲ. καὶ Ἀ παίροντεϲ, μεθιϲτάμενοι. 2962 Ἀπαίϲιον. ἀπρεπέϲ. βλάϲφημον, ἀϲύμβολον. ἀϲινὲϲ ἢ δυϲοιώνιϲτον. ἀνεφάνηϲαν δὲ τοῦ αὐτοῦ φύλου τῶν Τούρκων, οὓϲ ἔφαϲαν τῶν ἀπαιϲίων ἐλατῆραϲ εἶναι. 2963 Ἀ παιϲόϲ: ὄνομα πόλεωϲ. 2964 Ἀ παιτ οῦμαι· αἰτιατικῇ. 2965 Ἀ παιτητέα· καὶ Ἀ παιτητέον, ἀντὶ τοῦ δεῖ ἀπαιτεῖν.