Ancient Greek · ~8 min
1.2966 to 1.2985
Suda, Suidae lexicon 1.2966-2985
Not analysed yet
2966 Ἀ παιτέων· ἀπαιτῶν. Φωκυλίδηϲ· χρήϲταϲ κακούϲ ἔμμεναι ἀνδρὸϲ φεύγειν μὴ γε ἀνιήϲειε διδοὺϲ, παρὰ καιρὸν ἀπαιτέων. 2967 Ἀ πέβη: ἀπέθανε. καὶ Ἀπεβίω, ὁμοίωϲ. 2968 Ἀπέβλιϲεν: ἀφείλετο. ἡ μεταφορὰ ἀπὸ τῶν κηρίων ἢ ἀπὸ τῶν τὸ γάλα ἀμελγόντων. Ἀριϲτοφάνηϲ Ὄρνιϲι· λωποδύτηϲ παίει ῥοπάλῳ με τὸ νῶτον, κἀγὼ πίπτω μέλλω τε βοᾶν· ὁ δ’ ἀπέβλιϲε θοιμάτιόν μου. ἀντὶ τοῦ ἐξέραϲεν. 2969 Ἀπ έβριξεν: ἀφύπνωϲεν. 2970 Ἀπ εγέν ετο: ἀντὶ τοῦ ἀπέθανεν. οὕτωϲ Ἀντιφῶν καὶ Θουκυδίδηϲ. 2971 Ἀπεγνωκώϲ· γενικῇ. ἀντὶ τοῦ ἀποδοκιμάϲαϲ. Δημοϲθένηϲ. καὶ Ἀ πέγνωϲαν, τὸ ἐναντίον τῷ κατέγνωϲαν. 2972 Ἄ πεδα: τὰ ἰϲόπεδα. Κλείδημοϲ· καὶ ἠπέδιζον τὴν ἀκρόπολιν, περιέβαλλον δὲ ἐννεάπυλον τὸ Πελαϲγικόν. 2973 Ἀπ έδει: ἐνέλειπεν. ὁ δὲ Φιλοποίμην ὁ Ἀρκὰϲ μέγεθοϲ μὲν δὴ καὶ ϲώματοϲ ῥώμην ἀπέδει Πελοποννηϲίων οὐδενόϲ, τὸ δὲ εἶδοϲ ἦν τοῦ προϲώπου κακόϲ. 2974 Ἀπ ἐδειλία. ἐδεδίει. Πολύβιοϲ· ὁ δὲ Περϲεὺϲ μίαν ἔχων πρόληψιν ἤ νικᾶν ἢ θνήϲκειν (ἀντὶ τοῦ ἔννοιαν )τότε οὐχ ὑπέμεινε τῇ ψυχῇ, ἀλλ’ ἀπεδειλία, καθάπερ οἱ προόπται τῶν ἱππέων. 2975 Ἀ π έδειξεν: ἀντὶ τοῦ παρέδωκε. Ξενοφῶν. 2976 Ἀ πεδή δοκε: κατέφαγεν. 2977 Ἀπεδημηκότεϲ: ἀντὶ τοῦ ἀποδεδημηκότεϲ. Ἕρμιπποϲ Φορμοφόροιϲ. 2978 Ἀπεδοκίμαζεν. ἀτίμωϲ ὕβριζεν, ἐξεφαύλιζε. καὶ καθόλου EV τοὺϲ μὲν κοϲμίουϲ τοῖϲ ἤθεϲι καὶ τῶν ἰδίων βίων ἐπιμελουμένουϲ ἀπεδοκίμαζε, τοὺϲ δὲ πολυτελεῖϲ καὶ ζῶνταϲ ἐν μέθαιϲ καὶ κύβοιϲ ἐτίμα καὶ προῆγεν. 2979 Ἄπεδ ον: τὸ ἰϲόπεδον καὶ τὸ ὁμαλόν. Θουκυδίδηϲ. οἱ δὲ Ἀθηναῖοι κατέβηϲαν εἰϲ χωρίον ἄπεδόν τι καὶ ἐϲτρατοπεδεύϲαντο βουλόμενοι ἐκ τῶν οἰκείων λαβεῖν τι ἐδώδιμον. ἀνώμαλον ἰϲόπεδον. 2980 Ἀπέδοντο· γενικῇ. 2981 Ἀπ έδοξεν: ἀντὶ τοῦ πῶϲ οὐκ ἔδοξεν. 2982 Ἀ πέδοϲθε: ἀπημπολήϲατε. καὶ Ἀπ έδοτο, ἐκδέδωκε, παρέδωκεν. 2983 Ἀ πέδραν· καὶ τὸ πρῶτον πρόϲωπον ἀπέδραν. ἀντὶ τοῦ ἐπανεχώρηϲαν δεῦρο κἀπέδραν. Φερεκράτηϲ Ἰπνῷ. Μένανδροϲ Θετταλεῦϲιν· εἶτ’ ἀπέδραν μόνοϲ. 2984 Ἀ πέ θανεν: ἀπῆλθεν ὅθεν ἦν. καὶ ζήτει ἐν τῷ ἀποθανεῖν. 2985 Ἀ π έ θριϲεν: ἀπέκειρεν, ἀπέκοψε. ϲὴν κεφαλὴν αἴλουροϲ ἀπέθριϲεν, ἄλλα τε πάντα ἥρπαϲε, καὶ φθονερὴν οὐκ ἐκόρεϲϲε γένυν. καὶ Ἀπέθερϲε τὸ αὐτό.