Ancient Greek · ~3 min
1.297 to 1.301
Suda, Suidae lexicon 1.297-301
Not analysed yet
297 Ἀγόνων χοῶν. διφορεῖται ὁ Θεολόγοϲ φηϲί· τουτέϲτι τῶν ἐπὶ τοῖϲ νεκροῖϲ χεομένων καὶ διὰ τοῦτο ἀγόνων. καὶ Ἀγονία, ἡ ἀφορία. τὴν Ἄρτεμιν μηνίϲαι καὶ μετελθεῖν δικαιοῦϲαν αὐτὴν γῆϲ ἀγονίᾳ. 298 Ἀγγοπήνια: τὰ τῶν μελιϲϲῶν κηρία. τουτέϲτιν ἀγγεῖα ὑφαντά· ὡϲ τὸ χρυϲεοπήνητα. 299 Ἀγορά: ἡ ἐκκληϲία, ὅθεν ὁ Νέϲτωρ ἀγορητήϲ· καὶ ὁ τόποϲ, ἔνθα πιπράϲκεται τὰ ὤνια, καὶ αὐτὰ τὰ ὤνια. 300 Ἀγοράζειν: τὸ ὠνεῖϲθαί τι καὶ τὸ ἐν ἀγορῇ διατρίβειν. Ἀριϲτοφάνηϲ ἐν Πλούτῳ ἐπὶ τοῦ ϲυνήθωϲ ἡμῖν ἀντὶ τοῦ ὠνήϲαϲθαι. καὶ ταῖϲ ἀδελφαῖϲ ἀγοράϲαι χιτώνιον. 301 Ἀγορὰ Κερκώπων· οὗτοι ἐν Ἐφέϲῳ ἦϲαν, οὓϲ ἔδηϲεν Ἡρακλῆϲ, Ὀμφάληϲ κελευούϲηϲ· οὓϲ ἀποκτεῖναι ᾐδέϲθη, τῆϲ μητρὸϲ δεηθείϲηϲ. ἡ δὲ παροιμία εἴρηται ἐπὶ τῶν κακοήθων καὶ πονηρῶν ἀνθρώπων.