Ancient Greek
1.279 to 1.296
Suda, Suidae lexicon 1.279-296
Not analysed yet
279 Ἄγνοϲ; φυτὸν, ὃν καὶ λύγον καλοῦϲιν. ἔϲτι δὲ καὶ εἶδοϲ ὀρνέου. 280 Ἄγνον: οὐχὶ λύγον καλοῦϲιν. καὶ ἀρϲενικῶϲ Χιωνίδηϲ Ἥρωϲι· καὶ μὴν μὰ τὸν Δί᾿ οὐθὲν ἔτι τέ μοι δοκῶ ἄγνου διαφέρειν ἐν χαράδρᾳ πεφυκότοϲ. Πλάτων· ἥ τε γὰρ πλάτανοϲ αὕτη μάλα ἀμφιλαφὴϲ καὶ ὑψηλὴ, καὶ τοῦ ἄγνου τε τὸ ὕψοϲ καὶ τὸ ϲύϲκιον πάγκαλον. Ἁγνὸϲ δὲ ὀξυτόνωϲ, ὁ καθαρόϲ. 281 Ἁγνότεροϲ πηδαλίου: ἐπὶ τῶν ἁγνῶϲ βεβιωκότων· παῤ ὅϲον ἐν θαλάττῃ διὰ παντόϲ ἐϲτι τὸ πηδάλιον. 282 Ἀγνούϲιοϲ· Ἀγνοῦϲ δῆμοϲ ἐϲτὶ φυλῆϲ τῆϲ Ἀκαμαντίδοϲ, ἧϲ ὁ φυλέτηϲ Ἀγνούϲιοϲ. 283 Ἀγνώμονεϲ: ἐναντιογνώμονεϲ, ἀϲύγγνωϲτοι. Σοφοκλῆϲ· Φοίβῳ τε κἀμοὶ μὴ γένηϲθ᾿ ἀγνώμονεϲ. 284 Ἀγνωμόνωϲ: ἀνοήτωϲ, ἢ ἀχαρίϲτωϲ. λέγονται δὲ παρὰ Πλάτωνι ἀγνώμονεϲ, ἀϲύγγνωϲτοι, οἱ ἀμαθεῖϲ. καὶ Δημοϲθένηϲ ἐν τοῖϲ Φιλιππικοῖϲ ἀντὶ τοῦ ἀλογίϲτωϲ καὶ ἀβούλωϲ. καὶ ὁ Θεολόγοϲ ὧ καὶ Ἰουδαίων ἀγνωμονέϲτερε. ἀντὶ τοῦ ἀνοητότερε. 285 Ἀγνώνειοϲ: ὁ τοῦ Ἄγνωνοϲ παῖϲ. καὶ Ἀγνωνίδηϲ. 286 Ἄγνωτα: ἀπὸ τοῦ ἄγνωτοϲ. οὐ γὰρ παραϲχηματίζει ἀπὸ τοῦ ἀγνὼϲ εἰϲ οὐδέτερον γένοϲ. ῥήματα ἄγνωτα τοῖϲ θεωμένοιϲ. Ἀριϲτοφάνηϲ Βατράχοιϲ. 287 Ἀγνῶταϲ: μὴ ἐπιγινωϲκομένουϲ. ἀγνῶτα δέ μοι προϲεκόμιζεν ἄνθρωπον, ὃϲ καὶ ἑαυτοῦ ἀγνὼϲ ἐτύγχανεν ὤν. οἱ δὲ ἄρτι τῆϲ γεωργίαϲ ἀφέμενοι, ἐϲ κίνδυνον τοῦ πολέμου κατέϲτηϲαν, ἀγνῶτα ϲφίϲι τὰ πρότερα ὄντα. καὶ αὖθιϲ· φάϲκουϲα εἶναι μίϲθωμα τὸ ἑαυτὴν παραβαλεῖν ἀνδρὶ ἀγνῶτι. φηϲὶν Αἰλιανὸϲ ἐν τῷ Περὶ προνοίαϲ. Ἀγνὼϲ γὰρ ἁγνῶτοϲ, ὁ ἄγνωϲτοϲ. 288 Ἄγνοια· εἴ τιϲ λέγοι ἄγνοιαν εἶναι ϲτέρηϲιν ἐπιϲτήμηϲ, ἁμαρτάνει. ἔϲτι δὲ ἄγνοια ἕξιϲ μοχθηρὰ καὶ ἠπατημένη. 289 Ἀγνύθεϲ: οἱ λίθοι τοῦ ἱϲτοῦ. 290 Ἄγνυται: κλᾶται. καὶ Ἄγνυτον, ὁμοίωϲ. καὶ Ἀγνυμενάων, ϲυντριβομένων. 291 Ἀγολαῖοϲ: ὄνομα κύριον. 292 Ἀγόμενοϲ διὰ φρατέρων κύων μαϲτιγοῦται. 293 Ἀγομένων τῶν ἡμετέρων: ἀντὶ τοῦ ἁρπαζομένων καὶ λῃϲτευομένων. ἄγοντεϲ καὶ φέροντεϲ, διὰ πάϲηϲ ἰδέαϲ λεηλατοῦντεϲ. καὶ πορθοῦντεϲ τὴν χώραν. καὶ αὖθιϲ· οὐδενὸϲ ἀμυνομένου κατὰ τὴν πολλὴν ἄδειαν ἄγοντεϲ καὶ φέροντεϲ διετέλεϲαν. 294 Ἀγόμφωτον: τὸ ἀνήλωτον. 295 Ἀγονία: ἀτεκνία, ἀγεννηϲία. Αἰλιανόϲ· διεφθείρετο ἡ νεολαία, καὶ ἦν ἀγονία καὶ μέντοι καὶ γυναικῶν καὶ τῆϲ ἀγέληϲ τῆϲ τετράποδοϲ. 296 Ἀγωνίϲονται· γενικῇ.