Ancient Greek · ~8 min
1.303 to 1.316
Suda, Suidae lexicon 1.303-316
Not analysed yet
303 Ἀγοράϲ: Ὑπερίδηϲ ἀντὶ τοῦ ϲυνόδουϲ. λέγει γὰρ ἐν τῷ κατὰ Πολυεύκτου· οὗτοι πολλάκιϲ ἀγορὰϲ ποιοῦνται. δηλοῖ δὲ καὶ ἄλλα τοὔνομα. 304 Ἀγοράϲαι: Ὑπερίδηϲ τὸ ὠνήϲαϲθαι. Ἀγοράϲω λέγουϲι, τὸ δ᾿ ἀγορῶ βάρβαρον· παραδειγμάτων δὲ μεϲτὰ πάντα. εἰλήφθω δ ὅμωϲ Ἀριϲτοφάνουϲ ἐξ Αἰολοϲίκωνοϲ· ἀλλ᾿ ἄνυϲον· οὐ μέλλειν ἐχρῆν, ὡϲ ἀγοράϲω ἁπαξάπανθ᾿ ὅϲα κελεύειϲ, ὦ γύναι. καὶ Ἀγοράϲματα αὐτὰ τὰ ἠγοραϲμένα. 305 Ἀγοράϲω: ἀντὶ τοῦ ἐν ἀγορῇ διατρίψω. Ἀριϲτοφάνηϲ· ἀγοράϲω τ᾿ ἐν τοῖϲ ὅπλοιϲ ἑξῆϲ Ἀριϲτογείτονι. ἀντὶ τοῦ ἐν τῇ ἀγορῷ διατρίψω μετὰ Ἀριϲτογείτονοϲ, ἐγγὺϲ Ἀριϲτογείτονοϲ. τουτέϲτιν ἐν μυρϲίνῳ κλάδῳ τὸ ξίφοϲ φορέϲομεν, ὥϲπερ Ἁρμόδιοϲ καὶ Ἀριϲτογείτων. οὗτοι γὰρ ἀπὸ τῶν μυρϲίνων κλάδων τὰ ξίφη ἀναϲπάϲαντεϲ τὸν τύραννον κατέβαλον. 306 Ἀγορᾶϲ ὥραν: οὐ τῶν πωλουμένων, ἀλλὰ τῶν ἄλλων πρόξεων τῶν κατ᾿ ἀγορὰν ἕωθεν, ἢ καὶ πρὶν ἀγορὰν πεπληθέναι. Φερεκράτηϲ· πίνειν ἀεὶ καὶ μεθύειν πρὶν ἀγορὰν πεπληθέναι. 307 Ἀγοραίαν δίκην: τὴν δικαιολογίαν. 308 Ἀγοραῖοϲ νοῦϲ: ὁ πανευτελὴϲ καὶ ϲυρφετώδηϲ καὶ οὐκ ἀπόρρητοϲ οὐδὲ πεφροντιϲμένοϲ. καὶ Ἀγοραῖοϲ Ἑρμῆϲ· Ἀριϲτοφάνηϲ. νὴ τὸν Ἑρμῆν τὸν Ἀγοραῖον κἀπιορκῶ γε βλέπων. τουτέϲτιν ὁ ἐν ἀγορῷ τιμώμενοϲ. 309 Ἀγοραῖοι: προπεριϲπωμένωϲ· οἱ ἐν ἀγορῇ ἀναϲτρεφόμενοι ἄνθρωποι. Δαμάϲκιοϲ· ὁ δὲ παρίϲτατο καὶ ἐξῄτει τοῖϲ ἀποϲτεροῦϲι μέχρι καὶ δικαϲτῶν ἀγοραίων. προπαροξυτόνωϲ δὲ Ἀγόραιοϲ, ἡ ἡμέρα ἐν ᾖ ἡ ἀγορὰ τελεῖται. 310 Ἀγορεύω· δοτικῇ. 311 Ἀγορῆθεν: ἐκ τῆϲ ἀγορᾶϲ. 312 Ἀγορήν: ἐκκληϲίαν. 313 Ἀγορηταί: ϲύμβουλοι, φρόνιμοι. 314 Ἄγοϲ: μίαϲμα, ἢ ἀγκών. λέγεται δὲ ἄγοϲ καὶ τὸ τίμιον καὶ ἄξιον ϲεβάϲματοϲ, ἐξ οὗ καὶ αἱ ἱέρειαι παναγεῖϲ, καὶ ἄλλα τινά. Θουκυδίδηϲ· πέμψαντεϲ οἱ Λακεδαιμόνιοι πρέϲβειϲ ἐκέλευον τοὺϲ Ἀθηναίουϲ τὸ ἄγοϲ ἐλαύνειν τῆϲ θεοῦ. ἦν δὲ τὸ κατὰ Κύλωνα τὸν Ὀλυμπιονίκην τὸν Ἀθηναῖον τὸν πάλαι. καὶ ἤλαϲαν τοὺϲ ἐναγεῖϲ. Ἀγὸϲ δὲ ὀξυτόνωϲ ὁ ἡγεμών. 315 Ἀγοϲτῷ: τῷ ἀγκῶνι. ἐν Ἐπιγράμμαϲι· οὐκ ἔλαθεϲ χάριταϲ, οὐδ᾿ Ἀκαδημίαν πολυγαθέα, τῆϲ ἐν ἀγοϲτῷ ϲὴν εὐεργεϲίην τῷ προϲιόντι λέγω. 316 Ἄγουϲαν: ἰϲοϲταθμοῦϲαν. διόπερ καταϲκευάϲαϲ Νίκην χρυϲῆν, ἄγουϲαν ὁλκὴν χρυϲίων μυρίων, ἐξαπέϲτειλε πρεϲβευτὰϲ εἰϲ τὴν Ῥώμην τοὺϲ ταύτην κομιοῦνταϲ τῷ δήμῳ.