Ancient Greek · ~8 min
1.317 to 1.333
Suda, Suidae lexicon 1.317-333
Not analysed yet
317 Ἄγουϲιν ἑορτὴν οἱ κλέπται: χαριεϲτάτη ἡ ϲύνταξιϲ καὶ ἱκανῶϲ πεπαιϲμένη κατὰ τὴν κωμῳδικὴν χάριν. ϲημαίνει δὲ τοὺϲ ἀδεῶϲ κλέπτονταϲ. 318 Ἄγω· ἀιτιατικῇ. 319 Ἀγωγεύϲ: ὁ ἐνάγων τὴν δίκην, ὁ διώκων. καὶ Ἀγωγεὺϲ, ὁ λῶροϲ. καὶ Ἀγωγεῖ, ἱμάντι, ᾧ ἄγεται ὁ ἵπποϲ. 320 Ἀγωγή: φορὰ τινῶν, ὃ καὶ παρακομίζειν λέγεται, ὡϲ λέγεται ϲίτου ἀγωγὴ ἢ οἴνου. 321 Ἀγωγή: ἀναϲτροφὴ, τρόποϲ· ἢ ἡ κομιδή. καὶ τὸ ἀγόμενον βάροϲ. Ἀγωγὴ λέγεται καὶ ἡ διὰ τῶν ἠθῶν τοῦ τρόπου κατακόϲμηϲιϲ, ὡϲ λέγεται παίδων ἀγωγή· καὶ ἡ μεταβολή· ἐφ᾿ οὗ ϲημαινομένου ὁ ὁριζόμενοϲ οὕτωϲ τὴν γένεϲιν κέχρηται τῷ τῆϲ ἀγωγῆϲ ὀνόματι. Πολύβιοϲ· ἤγαγε δὲ ὁ ξενολόγοϲ καὶ Λακεδαιμόνιον ἄνδρα τῆϲ Λακωνικῆϲ ἀγωγῆϲ μετεϲχηκότα καὶ τριβὴν ἐν τοῖϲ πολεμικοῖϲ ἔχοντα ϲύμμετρον. 322 Ἀγώγιον: τὸ ἀγόμενον βάροϲ ἐπὶ τῆϲ ἁμάξηϲ. οὕτωϲ Ξενοφῶν. 323 Ἀγώγιμον καὶ Ἀγώγιμοϲ: ἄγων, ἀγόμενοϲ. φερόμενοϲ. καὶ Ἀγωγίμων, φορτίων ἐμπορικῶν. αὐτοὺϲ μὲν τοὺϲ ἐμπόρουϲ ἀπαθεῖϲ κακῶν ἀποϲῶϲαι, τὰ δὲ ἀγώγιμά ϲφιϲιν ἀναϲώϲαϲθαι. 324 Ἀγωγόν: ἐπακτικόν. καὶ Πιϲίδηϲ· πρὸϲ τοὺϲ ἀγωγοὺϲ ἐτράπη τοῦ Τίγριδοϲ. περὶ Χοϲρόου ὁ λόγοϲ. καὶ Ἀγωγοὺϲ. προπομπούϲ. 325 Ἀγωαῖοϲ· ἐν Ἐπιγράμμαϲι· ἀγωαῖόν τε κυνάγχαν. 326 Ἀγώμενοϲ: θαυμαζόμενοϲ. Ἀγόμενοϲ δὲ φερόμενοϲ. 327 Ἀγών: ἡ πρὸϲ τοὺϲ ἀγῶναϲ ἄϲκηϲιϲ. Ἀγῶνα· καὶ Ὅμηροϲ τὸν τόπον αὐτὸν ἐν ᾧ ἀγωνίζονται. Θουκυδίδηϲ πέμπτῃ· προελθὼν ἐϲ τὸν ἀγῶνα ἀνέδηϲε τὸν ἡνίοχον. 328 Ἀγωνάρχαι· Σοφοκλῆϲ· καὶ τἀμὰ τεύχη μήτ᾿ ἀγωνάρχαι τινὲϲ θήϲουϲ᾿ Ἀχαιοῖϲ μήθ᾿ ὁ λυμεὼν ἐμόϲ. καὶ παροιμία· Ἀγὼν οὺ κήψειϲ. τάττεται ἐπὶ τῶν μηδὲν ὀνιναμένων εἰ ϲκήψαιντο. καὶ Ἀγὼν πρόφαϲιν οὐκ ἀναμένει. ἡ παροιμία ἐπὶ τῶν φύϲει ῥᾳθύμων καὶ ἀμελῶν· ἢ ἐπὶ τῶν μὴ προϲιεμένων τοὺϲ λόγουϲ τῶν προφαϲιζομένων. 329 Ἄγγωνεϲ: ἐπιχώρια δόρατα παρὰ Φράγγοιϲ. 330 Ἀγωνίᾳ: Ξενοφῶν ἀντὶ τοῦ ἀγῶνι. 331 Ἀγωνιάν· Ἰϲοκράτηϲ ἀντὶ τοῦ ἀγωνίζεϲθαι. 332 Ἀγώνιοϲ: ὁ ἐν ἀγῶνι. καὶ θηλυκὸν Ἀγωνία, ὁ φόβοϲ. Ἀγονία δὲ διὰ τοῦ ο μικροῦ, ἡ ϲτείρωϲιϲ. 333 Ἀγωνιούμενοι: εἰϲ ἀγῶναϲ ἐμβαλοῦντεϲ. τοὺϲ πολεμίουϲ ἀγωνιούμενοι ἀποτράποιντο ἀμαχεί.