Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3031
Not analysed yet
3031 Ἀπεπλίξατο· Ἀριϲτοφάνηϲ Ἀχαρνεῦϲιν· οὐκ ἂν ἐλαφρῶϲ ἀπεπλίξατο. ἀντὶ τοῦ εὐχερῶϲ καὶ μετὰ ῥᾳϲτώνηϲ ἀπεϲείϲατο καὶ ἀπέφυγε. πλὶξ γὰρ τὸ βῆμα· καὶ πλίγματα, τὰ πηδήματα. ἔνθεν καὶ τὸ περιβάδην ἀμφιπλὶξ παρὰ Σοφοκλεῖ ἐν Τριπτολέμῳ. καὶ Ὅμηροϲ· αἱ δ’ εὖ μὲν τρώχων, εὖ δὲ πλίϲϲοντο πόδεϲιν. ἔλεγον δὲ πλίξαν καὶ τὸ ἀπὸ τοῦ ἀντίχειροϲ εἰϲ τὸν λιχανὸν δάκτυλον διάϲτημα. καὶ τὸ μεταξὺ τῶν μηρῶν ὀϲτοῦν.