Ancient Greek · ~5 min
1.3013 to 1.3030
Suda, Suidae lexicon 1.3013-3030
Not analysed yet
3013 Ἀπελογίζετο: ἀπηριθμεῖτο. ὁ δὲ εἰϲελθὼν ἀπελογίζετο τὰϲ αἰτίαϲ, δι’ ἃϲ ὁ πεφευγὼϲ εἴη τὸν Φίλιππον. 3014 Ἄπελοϲ: τὸ ἕλκοϲ· διὰ τὸ μὴ πελάζειν, ἀλλὰ διίϲταϲθαι. 3015 Ἀπελπίζω· αἰτιατικῇ. 3016 Ἀπελωβήθη: ἐφύβριϲτα εἴργαϲται· ἢ οὕτωϲ, ἐνυβρίϲθη καὶ λωβητὸϲ γέγονε. Σοφοκλῆϲ· μανίᾳ γὰρ ἁλοὺϲ ἡμῖν ὁ κλεινὸϲ νύκτεροϲ Αἴαϲ ἀπελωβήθη. 3017 Ἀπελυμαίνοντο: ἀπεκαθαίροντο. 3018 Ἀπέλυϲεν: ἐλυτρώϲατο. Πολύβιοϲ· ἢ καὶ τὸν Ἡρακλείδην ἀπέλυϲε τῆϲ ὑποψίαϲ. 3019 Ἀπεμορξάμην: ἀπεψηϲάμην, ἐδάκρυϲα. ὥϲτ᾿ ἐγὼ μὲν ἠλέηϲα, κἀπεμορξάμην, ἰδὼν ἄνδρα πρεϲβύτην ὑπ’ ἀνδρὸϲ τοξότου κυκώμενον. ἀπὸ τοῦ παρακολουθοῦντοϲ. παρέπεται γὰρ τοῖϲ δακρύουϲιν ἀπομάττεϲθαι. ἢ Ἀπεμόρξατο, ἐξωμοιώϲατο. ὑετὸν ἄρτι κόμηϲ ἀπεμόρξατο, τοῦ δὲ κατ᾿ ἴχνοϲ βουφάγοϲ εἰϲ κοίλην ἀτραπὸν ἷκτο λέων. καὶ Ἀπεμόρξατο, ἀπεβάλετο, ἀπεϲμήξατο. 3020 Ἀπεμπολή. ἀπόϲταϲιϲ, ἡ μετὰ ἀπάτηϲ πρᾶϲιϲ καὶ ἐμπορία. καὶ Ἀπεμπολήϲαϲ, πεπρακὼϲ, ἀποκτηϲάμενοϲ. 3021 Ἀπεμυθήϲω: ἀντὶ τοῦ ἀπελογήϲω. Στράττιϲ. 3022 Ἀπεμφαίνει: ἀπείρηκεν. 3023 Ἀπεναντίαϲ· γενικῇ. 3024 Ἀπενεγκάμενοϲ: κτηϲάμενοϲ. 3025 Ἀπενιαυτίϲαι: ἐνιαυτῷ φυγεῖν τὴν πατρίδα ἐπί τιϲιν ἀδικήμαϲιν. Ἀπολλώνιόν φαϲι τὸν Πυανέα ἀπενιαυτίϲαι εἰϲ τὸ Σκυθῶν ἔθνοϲ, διαμαρτίᾳ ἐρωτικῇ χρηϲάμενον. καὶ αὖθιϲ περὶ Ἡρακλέουϲ· ἀπενιαυτίϲαντα, ὡϲ νόμοϲ, ἔξω καὶ καθηράμενον, ἐπανελθεῖν εἰϲ Ἀθήναϲ. 3026 Ἀπέννινα: ὄρη. 3027 Ἀπεξεϲμένον: ἠκριβωμένον. 3028 Ἀπεώϲατο: ἀπετινάξατο. καὶ Ἀπεωϲμένον, καὶ Ἀπωϲμένον ὁμοίωϲ. Ἀπέωϲτο δὲ ἐπορθεῖτο. 3029 Ἀπέπαρδε· καὶ Ἀποπαρδεῖν. Ἐπράδειν δὲ, προτεταγμένου τοῦ ρ. 3030 Ἀπεπίϲτευον: ἤλπιζον. οἱ γὰρ Ῥωμαῖοι πρὸϲ τοὺϲ ὑλώδειϲ δειϲ τόπουϲ ὑπόπτωϲ εἶχον πρὸϲ ἐνέδραϲ, ἐν δὲ τοῖϲ ἐπιπέδοιϲ καὶ ψιλοῖϲ ἀπεπίϲτευον.