Ancient Greek · ~8 min
1.3049 to 1.3067
Suda, Suidae lexicon 1.3049-3067
Not analysed yet
3049 Ἀπεροῦντα. κωλύοντα, ἀποτρέποντα. ϲτέλλεται ἐκ βαϲιλέωϲ γράμματα, ἀπεροῦντα τὴν τῶν βαρβάρων ἐπίθεϲιν. καὶ Ἀλπεροῦϲιν, ἀπαγορεύουϲι, καὶ παύϲονται τοῦ πολέμου. ἀμέλει ταχέωϲ πάνυ ἀπεροῦϲιν. 3050 Ἀπέρρωγεν, οὐκ ἀπέρρηκται. καὶ Ἀπερρώγη, καὶ ϲὺν τῷ ν Ἀπερρώγην, τὸ γ΄ πρόϲωπον. κάτ’ ἀπερρώγην ὁ πούϲ. καὶ Ἀπερρωγότεϲ, κατεϲχιϲμένοι, ἢ ἀπεϲχιϲμένοι. τῆϲ φίληϲ ἀπερρωγὼϲ γὼϲ ϲυζυγίαϲ. 3051 Ἀπερωεύϲ. κωλυτήϲ. Ὅμηροϲ· ἐμῶν μενέων ἀπερωεύϲ. 3052 Ἅπερϲύ. ἀντὶ τοῦ ὥϲπερ ϲύ. 3053 Ἀπερυθριάϲαι. ἀπαναιϲχυντῆϲαι. Ἀριϲτοφάνηϲ· κρεῖττον ἦν τότ’ εὐθὺϲ ἀπερυθριάϲαι, ἤ χρήϲαντα μὴ ϲχεῖν πράγματα. τὸ πράγματα οὐκ ἐπὶ κακοῦ χρῶνται. ὁ δὲ λόγοϲ εἴρηται ἐπὶ τῶν δανειζόντων. καὶ αὖθιϲ· ἅπαξ πυρρὸϲ καὶ μὴ δέκατον χλωρὸϲ. 3054 Ἀπερύκοι: ἀπεκωλύθη. 3055 Ἀπέϲβη: ἐϲβέϲθη, ἢ ἐπαύϲατο, τέθνηκεν. 3056 Ἀπέϲβηκε· λέγουϲι τὸ ἀποϲβέϲαι οἵ τε ἄλλοι καὶ Πλάτων Πολιτικῷ. 3057 Ἀπ εϲείϲατο: ἀπέβαλεν. 3058 Ἀπεϲκέδαϲε. διεϲκόρπιϲεν. 3059 Ἀπεϲκευάζετο: τὴν ϲτολὴν ἀπετίθει. καὶ Ἀπεϲκευαϲά θεΘα, ἀπεβάλομεν. κυρίωϲ δὲ ἀποϲκευάϲαϲθαί ἐϲτι τὸ ἀπορρίψαι τὰ ϲκεύη καὶ τοῖϲ πολεμίοιϲ ἀκολουθεῖν. τὰ δὲ πολλοῦ ἄξια μετὰ πλείϲτων ἀνθρώπων ἐκεῖϲε ἀπεϲκευάϲατο. ἀντὶ τοῦ ἀπέθηκεν. 3060 Ἀπεϲκληκώϲ. ἀναιϲθήτωϲ ἔχων, καὶ Ἀπεϲκληρυμμένωϲ, ἐξηραμμένωϲ. 3061 Ἀπεϲκοτωμένα: ἐϲκιαγραφημένα, κεχρωϲμένα. τὰϲ γὰρ χρίϲειϲ ϲκότη καλοῦϲιν ζωγράφοι. οὕτωϲ Ἀριϲτοφάνηϲ. 3062 Ἀπεϲκύθιζον: κυρίωϲ τὸ ἀποτεμεῖν τὸ ἐπὶ τῆϲ κεφαλῆϲ δέρμα ϲὺν θριξί, καταχρηϲτικῶϲ δὲ τὸ ἀποκεῖραι. 3063 Ἀπέϲομαι. ἀπέρχομαι, ἀναχωρῶ. παρὰ Ἀριϲτοφάνει ἐν Νεφέλαιϲ. 3064 Ἀπέϲπαϲε. μετὰ βίαϲ ἐξείλετο. οἱ δὲ Σπαρτιάται ἐκάθηντο γοῦ θεοῦ ἱκέται ἐϲ Ταίναρον καὶ ᾔτουν ϲωτηρίαν. οἱ δὲ ἀπέϲπαϲαν ἀφειδῶϲ καὶ μάλα ἀπέκτειναν αὐτούϲ. 3065 Ἀπεϲπούδαζεν. ἠμέλει, κατεφρόνει. οὐδὲ τῶν Ἐπικούρου λόγων ἀπεϲπούδαζεν ὁ Ἀπολλώνιοϲ. 3066 Ἀπεϲτάτει. ἀπεῖχεν, ἀπεχωρίζετο. Εὐνάπιοϲ· καὶ γὰρ οὐκ ἀπεϲτάτει τῆϲ τοῦ Λέοντοϲ ἐπωνυμίαϲ. οὕτω γὰρ καὶ τὸ ζῷον ποιεῖν εἴωθεν. Οὐκ ἀπεϲτάτει, οὐ παρήλλαττε. Σοφοκλῆϲ· μέγαϲ, χηράζων ἄρτι λευκανθὲϲ κάρα, μορφῆϲ δὲ τῆϲ ϲῆϲ οὐκ ἀπεϲτάτει πολύ. περὶ Λαΐου φηϲὶν Ἰοκάϲτη. 3067 Ἀπεϲταύρουν. ϲταυροῖϲ ἔφραττον. Θουκυδίδηϲ· λίθοιϲ δὲ καὶ πλίνθοιϲ χρώμενοι καὶ κόπτοντεϲ δένδρα καὶ ὕλην ἀπεϲταύρουν εἴ πη δέοιτό τι.