Ancient Greek · ~5 min
1.3068 to 1.3079
Suda, Suidae lexicon 1.3068-3079
Not analysed yet
3068 Ἀ πέϲτηϲεν. ἐκώλυϲεν, ἐπέϲχε. Πολύβιοϲ· ἐκεῖνον γὰρ πὔτε ϲκότοϲ οὕτε χειμῶνοϲ μέγεθοϲ ἀπέϲτηϲεν οὐδέποτε τῆϲ προθέϲεωϲ· ἀλλὰ καὶ ταῦτα διωθούμενοϲ καὶ τὰϲ ἀρρωϲτίαϲ ἐκπονῶν καθῆϲτο καὶ διευτυχήκει πάντα τὸν χρόνον. καὶ αὖθιϲ Πολύβιοϲ· ἀποϲχόντεϲ τῆϲ ἰδίαϲ παρατάξεωϲ ἐφ’ ἱκανόν τινα τόπον, οἱ μὲν πλείουϲ ἀπέϲτηϲαν, δύο δὲ ἐπιπολὺ προῆλθον. ἀντὶ τοῦ ἐπέϲχον τὸν δρόμον. 3069 Ἄπεϲτιν: ἀντὶ τοῦ ἀφέϲτηκεν· Ἀριϲτοφάνηϲ· ἄπεϲτιν ἐπὶ Θρᾴ κηϲ φυλάττων Εὐκράτη. οὗτοϲ ἦν ϲτρατηγὸϲ Ἀθηναίων, ὁ καλούμενοϲ Στύγαξ, δωροδόκοϲ καὶ προδότηϲ, ὃϲ ἀπώλετο ὑπὸ τῶν λ′. οἱ δὲ ὡϲ πιὼν κώνειον. ἀκόνιτον δέ. 3070 Ἀπεϲτομάτιϲαν. ἀπεφθέγξαντο. 3071 Ἀπεϲτ ώ· ὥϲπερ Σαπφώ. παρὰ Καλλιμάχῳ ἡ ἀποδημία. 3072 Ἀπέϲτω. οἰχέϲθω, διωκέϲθω. ὕπνοϲ δ’ ἀπέϲτω γλυκύθυμο ὀμμάτων. ἐπὶ τῶν βουλομένων φιλοϲοφεῖν ὁ Σωκράτηϲ φηϲίν. 3073 Ἀπεϲτυφέλιξεν: ἐκίνηϲεν, ἔϲειϲεν. 30/> Ἀπέϲϲυτο. ἐξέλιπε. ϲεύω τὸ ὁρμῶ, καὶ ϲύω, ἀφ’ οὗ τὸ ϲῦμι, ἔνθεν τὸ ἔϲϲυτο καὶ ἀπέϲϲυτο, καὶ ἀπόϲϲυτοϲ. 3075 Ἀπεϲφακέλιϲεν. οἱ μὲν γραμματικοὶ ἐϲάπη, ἀπεϲφενδόνηϲε. ϲημαίνει δὲ καὶ τὸ ἀπεκάκηϲεν· ἔτι τὸ ἐξαίφνηϲ ἀπέθανεν. ὁ δὲ Ἀριϲτοφάνηϲ ἀντὶ τοῦ ἀπεϲπάϲθη. 3076 Ἀπέϲφηλεν: ἀποτυχεῖν ἐποίηϲεν. 3077 Ἀπέϲχαζε· Πλἀτων Πρέϲβεϲι. καὶ ϲχᾶν, τὸ ϲχάζειν. 3078 Ἀπεϲχεδιάζετο: ἡτοιμάζετο. 3079 Ἀπεϲχοίνιϲεν. ἀπεχώριϲεν. καὶ Ἀπεϲχοινιϲμένοϲ, ἀπεϲτερημένοϲ. Δημοϲθένηϲ ἐν τῷ κατὰ Ἀριϲτογείτονοϲ ἀντὶ τοῦ ἀποκεκλειμένοϲ.