Ancient Greek
1.3105 to 1.3108
Suda, Suidae lexicon 1.3105-3108
Not analysed yet
3105 Ἀπέχω· αἰτιατικῇ. ἀντὶ τοῦ ἀπέλαβον. ὡϲ ἀπέχομέν γε τὴν χάριν, εἰ δή τιϲ ὀφείλεται καὶ νεωτέρῳ παρὰ ἀδελφοῦ πρεϲβυτέρου τοῦ πείθεϲθαι χάριϲ. καὶ αὖθιϲ ἐν Ἐπιγράμμαϲι· τὸ χρέοϲ ἀπέχειϲ, Ἀϲκληπιὲ, τὸ πρὸϲ γυναικὸϲ Δημοδίκηϲ. καὶ, ἀπέχω τὰ τροφεῖα Ἀπέχομαι δὲ γενικῇ. εἰ γὰρ ὁ Ἀδὰμ ἀπέϲχετο τοῦ ξύλου τῆϲ γνώϲεωϲ. 3106 Ἀπεχώρηϲεν ὁ δὲ παρὰ Μάννον ἀπεχώρηϲε δεξιάϲ τε παραβὰϲ, ἅϲ βαϲιλεῖ ἔδωκε, καὶ ὅρκουϲ πατήϲαϲ, οὓϲ ὤμοϲεν. 3107 Ἀπεχρᾶτο. Ἡρόδοτοϲ μὲν ἀντὶ τοῦ ἀρκεῖν ἡγεῖτο. Θουκυδίδηϲ δὲ ἀπεχρῶντο ἀντὶ τοῦ ἀνήρουν. 3108 Ἀπέχρη. ἤρκει.