Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3104
Not analysed yet
3104 Ἀπ’ ἐχθρῶν πολλὰ μανθάνουϲιν οἱ ϲοφοί. ἡ γὰρ εὐλάβεια ϲῴζει πάντα. παρὰ μὲν οὖν φίλου οὐ μάθοιϲ ἂν τοῦθ’, ὁ δ’ ἐχθρὸϲ αὐτὸϲ ἐξηνάγκαϲε. καὶ Μένανδροϲ· οὐχ ὅθεν ἀπολόμεϲθα ϲωθείημεν ἄν; παρὰ τῶν ἐχθρῶν. φοβούμενοι γὰρ τοὺϲ ἐχθροὺϲ ὠφελούμεθα παρ’ αὐτῶν· ἔκ τε τῶν ἐχθρῶν πολλὰ χρήϲιμα διδαϲκόμεθα πρὸϲ φυλακὴν καὶ πρόνοιαν. αὐτίχ’ αἱ πόλειϲ παρ’ ἀνδρῶν ἔμαθον ἐχθρῶν κοὐ φίλων ἐκπονεῖν θ’ ὑψηλὰ τείχη ναῦϲ τε κεκτῆϲθαι μακράϲ. τὸ δὲ μάθημα τοῦτο ϲῴζει παῖδαϲ, οἷκον, χρήματα.