Ancient Greek · ~4 min
1.3112 to 1.3123
Suda, Suidae lexicon 1.3112-3123
Not analysed yet
3112 Ἀπέψον: τὸ ἔψιον, διὰ τοῦ ο μικροῦ. Ἀπέψων δὲ τὸ ἀπεϲπόγγιζον, διὰ τοῦ ω μεγάλου. 3113 Ἀπεψωλημένοι· Ἀριϲτοφάνηϲ Πλούτῳ ἀπεψωλημένοι· ἀκρατιεῖϲθε. ἀντὶ τοῦ, ὡϲ τράγοι ἀκρατῆ πράξετε. καὶ ζήτει ἐν τῷ ἀκρατιεῖϲθε. 3114 Ἄπει. ἀντὶ τοῦ ἀπελεύϲῃ. Σοφοκλῆϲ. 3115 Ἀπεῖδεν· ὁ δὲ ϲτρατηγὸϲ, ἐπεὶ ἀπεῖδεν εἰϲ αὐτὸν ὀργῇ διακεκαυμένοϲ, θανάτῳ τὸν Γέτην ἐκόλαϲεν. ἀντὶ τοῦ μετὰ δριμύτητοϲ ἐθεάϲατο. 3116 Ἀπειθεῖν· δοτικῇ ἀπιϲτεῖν. καὶ Ἀπειθὴϲ οὐ μόνον ἐπὶ τοῦ δυϲπειθοῦϲ ἀνθρώπου, ἀλλὰ καὶ ἐπὶ τόπου. Αἰλιανόϲ· οἱ γὰρ Ῥωμαῖοι, ἔνθα ἂν τοῖϲ ἐχθροῖϲ ἐνέτυχον, ἐνταῦθα δήπου καὶ ἠγωνίζοντο, εἴτε εἶεν ἀπειθεῖϲ οἱ τόποι καὶ τραχεῖϲ, εἴτε καὶ εὐφυεῖϲ δέξαϲθαι ὁπλίταϲ καὶ εὐήλατοι. 3117 Ἀπειθῶ· δοτικῇ. διὰ δίφθογγον. Ἀ πιθῶ δὲ περιϲπωμένωϲ, ὡϲ τό ᾦ δρύεϲ οὐκ ἀπίθηϲαν, ὅτῳ ϲυνάμ’ ἕϲπετο πέτρη ἄψυχοϲ. 3118 Ἀπεικάζω· δοτικῇ. 3119 Ἀπείκαϲμα. ὁμοίωμα. 3120 Ἀπεικόϲ. ἄτοπον, ἀπρεπέϲ. Ἀπεικότωϲ δέ. 3121 Ἀπειλή: ἡ ὀργή. 3122 Ἀπειλημμένοϲ. κεκρατημένοϲ. 3123 Ἀπειλητῆρεϲ. καυχηϲταί. καὶ Ἀπειλῶν· δοτικῇ καυχώμενοϲ.