Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3124
Not analysed yet
3124 Ἀπείπατο. ἀπηρνήϲατο. ὁ δὲ τὴν πατρίδα ἀπείπατο καὶ Θούριοϲ ἀνερρήθη. καὶ Ἀπεῖπεν ,ἀπηγόρευϲεν. ἀπεφήνατο. ὁ δὲ ἀπεῖπεν ἅπαϲι μήτε ἄριϲτον αἱρεῖϲθαι μήτε ἀποδαρθεῖν μήιε ἀποθωρακίϲαϲθαι τῶν πάντων οὐδένα. καὶ Ἀπειπεῖν, ἀντὶ τοῦ κελεῦϲαι μὴ πράττειν. Λυϲίαϲ ἐν τῷ κατὰ Κτηϲιφῶντοϲ· καὶ τοὺϲ μὲν τῶν ἄλλων Ἀθηναίων παῖδαϲ, ὧν οἱ πατέρεϲ βοηθήϲαντεϲ ὑμῖν ἔτι ζῶϲιν, ἀπειπεῖν ἐν τοῖϲ νόμοιϲ μήτε ἄδικον μήτε δίκαιον λέγειν. καὶ Ἀπειπεῖν, ἀντὶ τοῦ ἀποκαμεῖν καὶ ἀδυνατῆϲαι. ἢ Ἀπειπεῖν, ἀπαρνήϲαϲθαι. ἀποποιήϲαϲθαι φιλίαν. καὶ ἀπειπάμενοι τὴν χάριν καὶ τὴν δωρεὰν διὰ τὸ γεγονὸϲ παραϲπόνδημα.