Ancient Greek · ~2 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.315
Not analysed yet
315 Βλάκα· αἰτιατική. τὸν εὐήθη καὶ ἀνόητον. εἴρηται δὲ ἀπὸ ἰχθύοϲ τινὸϲ, ὁμοίου ϲιλούρῳ, ἀχρήϲτου δὲ οὕτωϲ ὡϲ μηδὲ κύνα αὐτῷ χρῆϲθαι. Πολιτείαϲ δ΄· βλακικόν τε ἡμῶν τὸ πάθοϲ. ὡϲ εἰ λέγοι τιϲ πνευμονίαν ἀπὸ τοῦ θαλαττίου ζῴου ὄντοϲ ἀναιϲθήτου. οἱ δ’ ἀπὸ τοῦ πρὸϲ τῇ Κύμῃ χωρίου τῆϲ Βλακείαϲ, οὐ μνημονεύει καὶ Ἀριϲτοτέληϲ. καὶ ἐν Ἀλεξανδρείᾳ δὲ τέλοϲ τι βλακεννόμιον, ὃ οἱ ἀϲτρολόγοι τελοῦϲι, διὰ τὸ τοὺϲ μωροὺϲ εἰϲιέναι πρὸϲ αὐτούϲ. ἐλινύοντα καὶ βλακεύοντα κλάειν ἐῶϲι. καὶ ἡ αἰτιατικὴ τῶν πληθυντικῶν βλάκαϲ. ἔϲτι δὲ μωρόϲ τιϲ μὴ εἰδὼϲ τὰ πράγματα διακρῖναι.