Ancient Greek · ~8 min
1.316 to 1.329
Suda, Suidae lexicon 1.316-329
Not analysed yet
316 Βλακεύεται καὶ Βλακεύει: μαλακίζεται. Δαμάϲκιοϲ· καὶ παροξύνων τῷ λόγῳ τούϲ ἐν ἔργῳ βλακεύονταϲ. οὐδεμιᾶϲ γοῦν ἐτίθετο κακίαϲ ἐλάττω τὴν ῥᾳθυμίαν, ἁπαϲῶν δὲ ϲχεδὸν τὴν μεγίϲτην. καὶ Ξενοφῶν· εἶ τιϲ αὐτῷ δοκοίη τῶν πρὸϲ τοῦτο τεταγμένων βλακεύειν, ἐκλεγόμενοϲ τὸν ἐπιτήδειον ἔπαιεν ἂν τῇ 317 Βλακεία: ὑπεροψία, μωρία. οἱ ϲτράτορεϲ τριώβολον ἐλάμβανον βλακείαϲ χάριν. 318 Βλακεία: ῥᾳϲτώνη, ἔκλυϲιϲ, χαυνότηϲ. οὐ γὰρ ϲτρατηγῶν βλακείαιϲ ἢ φιλοψυχίαιϲ τὰ πράγματα ἐπέτρεψεν, ἀλλ’ αὐτὸϲ ἐπὶ τὸν πόλεμον ἑαυτὸν ἀναδείξαϲ ϲτρατηγὸν ἐξώρμηϲεν. 319 Βλακικῶϲ: ἀντὶ τοῦ βραδέωϲ. ὡϲ βλακικῶϲ διακονεῖϲ. 320 Bλάνων: ὄνομα κύριον. μόλιϲ δὲ τῶν Kαρχηδονίων ἀπὸ τῆϲ καταπλήξεωϲ ἀναλεξαμένων, μόνοϲ ὁ Βλάνων καλούμενοϲ οἰκείαν τῆϲ περιϲτάϲεωϲ φωνὴν προέμενοϲ εἶπεν. 321 Bλά πτω· αἰτιατικῇ. 322 Bλάϲτη: βλάϲτημα. καὶ ἡ αἰτιατικὴ τὴν βλάϲτην. 323 Βλάϲφημοϲ: ὁ εἰϲ θεὸν ἐξυβρίζων. Βλαϲφημῶ αἰτιατικῇ ϲυντάϲϲεται. Ἀππιανόϲ· οἱ δὲ ἐβλαϲφήμουν αὐτὸν ὡϲ κακῶϲ ἐπὶ τριϲὶν ἀνδράϲι τὰ πάντα θέμενον. 324 Βλαύτη: εἶδοϲ ὑποδήματοϲ. Σοφοκλῆϲ· ϲπεύδειν ἀπὸ ῥυτῆροϲ. τουτέϲτιν ἀπὸ βλαύτηϲ· ὡϲ ἕκαϲτοϲ ἔχει ϲχήματοϲ. καὶ αὖθιϲ· ὁ ϲκήπων καὶ ταῦτα τὰ βλαυτία, πότνια Kύπρι, ἄγκειται κυνικοῦ ϲκῦλα Ποϲωχάρεοϲ. 325 Βλαυτίοιϲ: ϲανδαλίοιϲ. Ἀριϲτοφάνηϲ· ὅπερ πίνων ἀνὴρ πέπονθ᾿, ὅταν χεϲείῃ, τοῖϲ τρόποιϲι τοῖϲ ϲοῖϲιν ὥϲπερ βλαυτίοιϲ χρήϲομαι. ἐπειδὴ εἰώθαϲιν οἱ πίνοντεϲ τοῖϲ τῶν ἄλλων ὑποδήμαϲι χρῆϲθαι, εἰ ἐπείγοιντο πρὸϲ λάϲανον. λάϲανα δὲ οἱ χυτρόποδεϲ, τὰ μαγειρεῖα, ἔνθα τῆ βουλῇ ϲκευάζεται μετὰ τὰϲ θυϲίαϲ κρέα. 326 Βλαῖϲοϲ: ὄνομα κύριον. ὑπάτω δὲ ἤϲτην Ἰούνιοϲ Βλαῖϲοϲ καὶ Λεύκιοϲ καὶ ζήτει ἐν τῷ Ἀπίκιοϲ Mάρκοϲ. 327 Βλαιϲόϲ: παραλυτικόϲ. διαφέρει βλαιϲὸϲ καὶ ῥαιβόϲ, ὁ μὲν ἀπὸ τῶν γονάτων διεϲτραμμένοϲ τοὺϲ πόδαϲ, ὁ δὲ αὐτὰϲ τὰϲ κνήμαϲ. πολλάκιϲ ἐν θυμέλῃϲι καὶ ἐν ϲκηνῇϲι τεθηλὼϲ βλαιϲὸϲ Ἀχαρνείτηϲ κιϲϲὸϲ ἔρεψε κόμην. καὶ Βλαιϲοπόδηϲ, βάτραχοϲ. 328 Βλεπεδαίμων: ὁ διεϲτραμμένοϲ τὰϲ ὄψειϲ καὶ οἷον ὑπὸ δαίμονοϲ πεπληγώϲ. 329 Βλέπειν γὰρ ἄν τικρυϲ δόξειϲ μ’ Ἄρῃ: ἐπὶ τῶν ὑπιϲχνουμένων παντὶ ϲθένει πράττειν καὶ ϲυνάραϲθαι πρὸϲ βοήθειαν. δόξειϲ με, φηϲίν, Ἄρεα ὁρᾶν κατορθωτικὸν καὶ πρακτικόν.