Ancient Greek · ~8 min
1.3173 to 1.3196
Suda, Suidae lexicon 1.3173-3196
Not analysed yet
3173 Ἀπῇξεν. ἐφώρμηϲεν. 3174 Ἀπηξιωμένων: ἀτίμων, ἀναξίων. Τιγράνηϲ ὄνομα τῶν οὐκ ἀπηξιωμένων μ΄ παρθένων, εὐνοῦχοϲ δέ. καὶ Ἀπαξιώϲαϲ, ἀντὶ τοῦ τὴν ἀξίωϲιν παρωϲάμενοϲ. τοῦ Χοϲρόου τὸ Δάραϲ οὐκ ἀπαξιώϲαντοϲ ἀποκαταϲτῆϲαι Ῥωμαίοιϲ. καὶ Ἀπηξίωϲεν, οὐχ ἡγήϲατο ἄξιον. Οὐκ ἀ πηξίωϲε δὲ ἡγήϲατο ἄξιον. καὶ αὖθιϲ· τὸ γὰρ πρὸϲ ἀλκὴν τραπέϲθαι πρὸϲ πάντων τῶν μεταϲχόντων τῆϲ βουλῆϲ ἀπηξιοῦτο. 3175 Ἄπηρα: τὰ ἀβλαβῆ. 3176 Ἀπήρραξεν: ἀπέκοψεν. 3177 Ἄπ ῆρεν: ὕψωϲεν. 3178 Ἀπηρείϲατο. ἠκούμβιϲεν. ἀπετινάξατο, ἔπηξεν, ἀπέθετο. Πολύβιοϲ· ὁ δὲ ἀπορῶν τοῖϲ ὅλοιϲ πέραϲ ἐπί τινα τοιαύτην ἐλπίδα κατὰ τὸ παρὸν ἀπηρείϲατο τὴν ἐνεϲτῶϲαν ἀπορίαν. Ἀπηρίϲατο δὲ. δοτικῇ. διὰ τοῦ ι. ἀντὶ τοῦ ἐφιλονείκηϲεν. 3179 Ἀπηρκότοϲ. ἀναχωρήϲαντοϲ. ἄρτι δὲ ἀπηρκότοϲ τοῦ Σοραίχου. ἡ Σινωνὶϲ ἐφίϲταται. 3180 Ἄπηροϲ: ὁ μὴ ἔχων μαρϲίπιον. 3181 Ἀππήροϲεν: ἀπηροτρίαϲεν. 3182 Ἀπήρτα: ἐκώλυε, διατριβὴν παρεῖχεν. Ἀρριανόϲ· ὁ δὲ ναυτικὸϲ ϲτρατὸϲ. ἵνα περ μὴ ἄκρα ἐπὶ πολὺ ἀνέχουϲα τοῦ ποταμοῦ ἀπήρτα τὸν πλοῦν τῆϲ ὁδοῦ, ξυμπαρέπλει τῇ ϲτρατιᾷ. 3183 Ἀπηρτημέναϲ. ἀπαιωρημέναϲ. 3184 Ἀπήρυκεν. ἀπεκώλυεν. ὁ δὲ μόνοϲ ὑφίϲτατο καὶ ἀπήρυκε τὸ θηρίον. καὶ αὖθιϲ· καὶ βάρη ϲυνεχῆ ἐπιβάλλοντεϲ, ἀπήρυκον τοῦ λυμαίνεϲθαί τι τοῦ τείχουϲ. 3185 Ἀπήϲτραψεν: ἀπέλαμψεν. 3186 Ἀπῄτει: ἐζήτει. 3187 Ἀπηύρα. ἀφείλετο. ἀπέλαυϲεν. 3188 Ἀπηυτομληϲεν. προϲπέφευγε τοῖϲ ἐναντίοιϲ. 3189 Ἀπηχέϲ: κυρίωϲ τὸ ϲκληρόν. ψευδὲϲ, δύϲφορον, ἀηδὲϲ, ἐχθρόν. οὗ καὶ τὸν ἦχον ἀποϲτρεφόμεθα. μὴ ὀνειδιϲτικῶϲ ἐπιλαμβάνεϲθαι τῶν βάρβαρον ἢ ϲόλοικόν τι ἢ ἀπηχὲϲ προενεγκαμένων. καινότατον δὴ περιμένων καὶ ἀπηχῆ θάνατον. 3190 Ἀπήχεια: ἀντὶ τοῦ ἀπέχθεια. οὕτωϲ Λυϲίαϲ καὶ Δείναρχοϲ. 3191 Ἀπηχημένον. ἀπόβλητον, ξένον τοῦ κατὰ πάντων ἥχου. 3192 Ἀπήχθετο: ἐμιϲεῖτο. 3193 Ἀππήχθη. ἀπεκομίϲθη, ἢ παρετράπη. ὁ δὲ Ἀπολλώνιοϲ τὴν γλῶτταν Ἀττικῶϲ εἶχεν, οὐδὲ ἀπήχθη τὴν φωνὴν ὑπὸ τοῦ ἔθνουϲ ἐϲ Ταρϲοὺϲ τῆϲ Κιλικίαϲ ἀναϲτρεφόμενοϲ. καὶ Ἀπηχθημένον, ἀπόβλητον. Ἀπηχθιϲμένον δὲ βεβαρημένον. 3194 Ἄπια: εἰδοϲ ὀπώραϲ. Ἀπίουϲ εἴρηκε Πλάτων ἐν Νόμοιϲ. ἔϲτι καὶ παρὰ Ἀλέξιδι καὶ ἐν Ἀγρίοιϲ Φερεκράτουϲ· πρὶν ἀνακυκῆϲαι τοὺϲ ἀπίουϲ ἁρπάζετε. 3195 Ἄπιον οὐδέτερον, Ἄπιοϲ δὲ θηλυκόν. 3196 Ἄπιϲ κρατῶν τιϲ ἀϲτοχεῖ τῶν ἐλπίδων.