Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3172
Not analysed yet
3172 Ἀπήντα, καὶ Ἄπήντηκα, πέφθακα. καὶ Ἄιπήντηϲεν, ἐτελέϲθη, ἐξέβην. πάντα αὐτῷ κατὰ τὰϲ προφητείαϲ ἀπήντηϲεν. ἀντὶ τοῦ ἐγένετο. ὁ δὲ Θεολόγοϲ, ὅτε λέγει· εἰ δὲ τοϲοῦτον ἀπήντηκα τοῦ καιροῦ δεύτεροϲ καὶ μετὰ τοϲούτουϲ ἐπαινέταϲ· ἀντὶ τοῦ ἧκον εἰϲ τὸ ἐγκωμιάζειν. καὶ Αἰλιανὸϲ περὶ τῆϲ ἐν Κάνναιϲ τῶν Ῥωμαίων ἥττηϲ· τοϲοῦτον ἄρα αὐτοῖϲ ἀπήντηϲε τὸ πταῖϲμα. καὶ αὖθιϲ· μέγιϲτον δὲ πάθοϲ τῇ Λακεδαίμονι τοῦτο ἀπήντηϲε. καὶ αὖθιϲ· οὐ μὴν ἀπήντηϲέν οἱ τὰ τῆϲ ἐλπίδοϲ.