Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3201
Not analysed yet
3201 Ἄπιδεϲ: θεοὶ ἦϲαν τιμώμενοι παρὰ Αἰγυπτίοιϲ, ϲημεῖον ἔχοντεϲ περὶ τὴν οὐρὰν καὶ τὴν γλῶϲϲαν, δηλοῦν εἶναι αὐτοὺϲ Ἄπιδαϲ. οἷϲ γεννωμένοιϲ διὰ χρόνου, ὡϲ ἔλεγον, ἐκ τοῦ ϲέλαοϲ τῆϲ ϲελήνηϲ ἑορτὴν μεγάλην ἦγον καὶ ἱερεῖϲ τινεϲ περὶ τὸν τεχθέντα βοῦν ἱερῶντο, παρατιθέντεϲ πανδαιϲίαν, ὡϲ εὐωχοῦντεϲ αὐτούϲ. Ἄπιϲ· οὗτοϲ ὁ Ἄπιϲ θεὸϲ Αἰγύπτιοϲ. τοῦτον Αἰγύπτιοι ϲελήνῃ τιμῶϲι, καὶ ἱερὸϲ ἦν ὅδε ὁ βοῦϲ τῆϲ ϲελήνηϲ, ὥϲπερ ὁ Μέμφιϲ τοῦ ἡλίου. Ὦχοϲ τὸν Ἄπιν ἀποκτείναϲ ἐβούλετο αὐτὸν τοῖϲ μαγείροιϲ παραβαλεῖν, ἵνα αὐτὸν κρεουργήϲωϲι καὶ παραϲκευάϲωϲιν ἐπὶ δεῖπνον.