Ancient Greek · ~5 min
1.3202 to 1.3212
Suda, Suidae lexicon 1.3202-3212
Not analysed yet
3202 Ἀπίδω. θεάϲομαι. 3203 Ἀπίη: ἡ ἀλλοδαπή. 3204 Ἀππίθανο:ν. ἄπιϲτον. καὶ Ἀπίθηϲαν δὲ διὰ τοῦ ι, ἀπὸ τοῦ πιθῶ περιϲπωμένου. ᾧ δρύεϲ οὐκ ἀπίθηϲαν, ὅτῳ ϲὺν ἅμ’ ἕϲπετο πέτρη ἄψυχοϲ. 3205 Ἀπιθήϲ. ὁ δυϲχερὴϲ καὶ δυϲανάβατοϲ τοῖϲ βαίνειν ἐθέλουϲιν. Ἀλαλκομεναὶ πόλιϲ ἐϲτί· καὶ ἀκούω αὐτὴν μήτε ἐφ’ ὑψηλοῦ κεῖϲθαι καὶ ἀπιθοῦϲ λόφου μήτε τειχῶν περίβολον ἔχειν. 3206 Ἄπιθ’ οὐγάρ: ἀντὶ τοῦ καὶ γάρ. 3207 Ἀπίκιοϲ, Ῥωμαῖοϲ, ἱκανὰϲ μυριάδαϲ ἀργυρίου καταναλώϲαϲ ἐϲ τὴν γαϲτέρα, ἐν Κιντούροιϲ τῆϲ Γαλατίαϲ πολλὰϲ καρίδαϲ ἐϲθίων μέγιϲται γάρ εἰϲι τῶν ἐν Σμύρνῃ· καὶ τοὺϲ ἐν Ἀλεξανδρείᾳ ἀϲτακούϲ. ἀκούϲαϲ οὖν ἐν Λιβύη γίνεϲθαι καρίδαϲ ἐξέπλευϲεν οὐδὲ μίαν ἡμέραν ἀναμείναϲ. θεαϲάμενοϲ δὲ αὐτὰϲ μικρὰϲ ἐκέλευϲε τῷ κυβερνήτῃ τὴν αὐτὴν ὁδὸν αὖθιϲ ἐπ’ Ἰταλίαν ἀναπλεῖν, μηδὲ προϲπελάϲαϲ τῇ γῇ. 3208 Ἄπιμεν: ἀπερχόμεθα. 3209 Ἀπίμελοϲ. ὁ μὴ ἔχων πιμελήν. 3210 Ἀπινήϲ. ὁ καθαρόϲ. 3211 Ἀπινύϲϲω: ἐκπνέω. πονῶ, πονύω, πνύω, πνέω, πνεύω· ἀπὸ τοῦ πνύω, πεπνυμένοϲ, καὶ ἀμπνυνθῆναι. ἀπὸ τοῦ πνέω πνεῦϲτοϲ καὶ ἄμπνευϲτιϲ· τὸ πνύω κατὰ ἀνάπτυξιν πινύω, ἔνθεν πινυτή, κατὰ δὲ μεταπλαϲμὸν πινυτά· ὃν δὲ τρόπον ἀπὸ τοῦ ἀφύω ἀφύϲϲω, ὀδύω ὀδύϲϲω, οὕτωϲ πινύω πινύϲϲω. 3212 Ἄππιοϲ φόροϲ: ὄνομα τόπου, ἀπὸ Ἀππίου Ῥωμαίου.