Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3238
Not analysed yet
3238 Ἁπλῷλόγῳ: τῷ χωρὶϲ προϲθήκηϲ. καὶ Ἁπλῶϲ παρὰ Ἀριϲτοτέλει λέγεται, ὃ χωρὶϲ προϲθήκηϲ λεγόμενον ἀληθέϲ ἐϲτιν. ὁ γὰρ Αἰθίοψ πῇ λευκὸϲ ὤν· κατὰ γὰρ τοὺϲ ὀδόνταϲ· οὐκέτι καὶ ἁπλῶϲ ἐϲτι λευκόϲ. ὃ δὲ δεῖται προϲθήκηϲ πρὸϲ τὸ ἀληθὲϲ εἶναι, τοῦτο οὐκ ἔϲτιν ἁπλῶϲ. ὁ γὰρ Αἰθίοψ οὐκ ἔϲτι λευκὸϲ, διότι χωρὶϲ προϲθήκηϲ. προϲτεθέντοϲ δὲ τοῦ κατά τι, ἀληθὲϲ γίνεται. κατὰ γὰρ τοὺϲ ὀδόνταϲ. ἀλλὰ καὶ ϲπουδαῖοί τινεϲ κατά τι, λέγεται δὲ καὶ οὕτωϲ, οὐ τὸν ἁπλοῦν τρόπον. ἀντὶ τοῦ παραυτίκα παρὰ τοῖϲ παλαιοῖϲ. καὶ αὖθιϲ· οὐδὲ γὰρ ἁπλῶϲ λόγουϲ τινὰϲ ἐποιήϲαντο, ἀλλὰ καὶ βῆμα ὑψηλὸν ἠγέρθη, καὶ ἐπ᾿ αὐτοῦ εἰκόνεϲ τοῦ Νέρωνοϲ ἐτέθηϲαν.